1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

39

τῶν ἔξωθεν λόγων τερθρείαν ἰδιώτην καλοῦσιν, ἀλλὰ καὶ τὸν οὐκ εἰδότα μάχεσθαι ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων· καὶ καλῶς νομίζουσιν. Ὁ δὲ Παῦλος οὐκ ἐν ἀμφοτέροις ἔφησεν ἰδιώτης εἶναι, ἀλλ' ἐν θατέρῳ μόνον· καὶ τοῦτο ἀσφαλιζόμενος τὸν διορισμὸν ἀκριβῶς πεποίηται, λέγων τῷ λόγῳ ἰδιώτης εἶναι, ἀλλ' οὐ τῇ γνώσει. Ἐγὼ δὲ εἰ μὲν τὴν λειότητα Ἰσοκράτους ἀπῄτουν καὶ τὸν ∆ημοσθένους ὄγκον καὶ τὴν Θουκυδίδου σεμνότητα καὶ τὸ Πλάτωνος ὕψος, ἔδει φέρειν εἰς μέσον ταύτην τοῦ Παύλου τὴν μαρτυρίαν· νῦν δὲ ἐκεῖνα μὲν πάντα ἀφίημι καὶ τὸν περίεργον τῶν ἔξωθεν καλλωπισμὸν καὶ οὐδέν μοι φράσεως, οὐδὲ ἀπαγγελίας μέλει. Ἀλλ' ἐξέστω καὶ τῇ λέξει πτωχεύειν καὶ τὴν συνθήκην τῶν ὀνομάτων ἁπλῆν τινα εἶναι καὶ ἀφελῆ, μόνον μὴ τῇ γνώσει τις καὶ τῇ τῶν δογμάτων ἀκριβείᾳ ἰδιώτης ἔστω· μηδ' ἵνα τὴν οἰκείαν ἀργίαν ἐπικαλύψῃ, τὸν μακάριον ἐκεῖνον ἀφαιρείσθω τὸ μέγιστον τῶν ἀγαθῶν καὶ τὸ τῶν ἐγκωμίων κεφάλαιον.

4.7 ζʹ. Ὅτι οὐκ ἀπὸ τῶν σημείων μόνον λαμπρὸς ἐγένετο, ἀλλὰ καὶ ἀπὸ τοῦ λέγειν Πόθεν γάρ, εἰπέ μοι, τοὺς Ἰουδαίους συνέχεε τοὺς ἐν ∆αμάσκῳ κατοικοῦντας, οὐδέπω τῶν σημείων ἀρξάμενος; πόθεν τοὺς Ἑλληνιστὰς κατεπάλαισε; διὰ τί δὲ εἰς Ταρσὸν ἐξεπέμπετο; οὐκ ἐπειδὴ κατὰ κράτος ἐνίκα τῷ λόγῳ καὶ εἰς τοσοῦτον αὐτοὺς ἤλαυνεν ὡς καὶ εἰς φόνον παροξυνθῆναι, μὴ φέροντας τὴν ἧτταν; Ἐνταῦθα γὰρ οὐδέπω τοῦ θαυματουργεῖν ἤρξατο, οὐδ' ἂν ἔχοι τις εἰπεῖν ὅτι ἀπὸ τῆς περὶ τὰ τεράστια δόξης θαυμαστὸν αὐτὸν ἦγον οἱ πολλοὶ καὶ οἱ μαχόμενοι πρὸς αὐτὸν ἀπὸ τῆς ὑπολήψεως ἐπηρεάζοντο τοῦ ἀνδρός· τέως γὰρ ἀπὸ τοῦ λέγειν μόνον ἐκράτει. Πρὸς δὲ τοὺς ἰουδαΐζειν ἐπιχειροῦντας ἐν Ἀντιοχείᾳ πόθεν ἠγωνίζετο καὶ συνεζήτει; ὁ δὲ Ἀρεοπαγίτης ἐκεῖνος, ὁ τῆς δεισιδαιμονεστάτης πόλεως ἐκείνης, οὐκ ἀπὸ δημηγορίας μόνης ἠκολούθησεν αὐτῷ μετὰ τῆς γυναικός; ὁ δὲ Εὔτυχος πῶς κατέπεσεν ἀπὸ τῆς θυρίδος; οὐκ ἐπειδὴ μέχρι βαθείας νυκτὸς εἰς τὸν τῆς διδασκαλίας αὐτοῦ ἀπησχόλει λόγον; τί δὲ ἐν Θεσσαλονίκῃ καὶ ἐν Κορίνθῳ; τί δὲ ἐν Ἐφέσῳ καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ; οὐχ ὅλας ἡμέρας καὶ νύκτας ἀνήλισκεν ἐφεξῆς εἰς τὴν ἐξήγησιν τῶν Γραφῶν; τί ἄν τις λέγοι τὰς πρὸς τοὺς Ἐπικουρείους διαλέξεις καὶ Στωϊκούς; Εἰ γὰρ ἅπαντα θέλοιμεν καταλέγειν, εἰς μακρὸν ἐκπεσεῖται μῆκος ὁ λόγος. Ὅταν οὖν καὶ πρὸ τῶν σημείων καὶ ἐν μέσοις αὐτοῖς φαίνηται πολλῷ κεχρημένος τῷ λόγῳ, πῶς ἔτι τολμήσουσιν ἰδιώτην εἰπεῖν τὸν καὶ ἀπὸ τοῦ διαλέγεσθαι καὶ δημηγορεῖν μάλιστα θαυμασθέντα παρὰ πᾶσι; ∆ιὰ τί γὰρ Λυκάονες αὐτὸν ὑπέλαβον εἶναι Ἑρμῆν; Τὸ μὲν γὰρ θεοὺς αὐτοὺς νομισθῆναι ἀπὸ τῶν σημείων ἐγένετο, τὸ δὲ τοῦτον Ἑρμῆν, οὐκέτι ἀπ' ἐκείνων, ἀλλ' ἀπὸ τοῦ λόγου. Τίνι δὲ καὶ τῶν ἄλλων ἀποστόλων ἐπλεονέκτησεν ὁ μακάριος οὗτος; καὶ πόθεν ἀνὰ τὴν οἰκουμένην ἅπασαν πολὺς ἐν τοῖς ἁπάντων ἐστὶ στόμασιν; πόθεν οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ Ἰουδαίοις καὶ Ἕλλησι μάλιστα πάντων θαυμάζεται; οὐκ ἀπὸ τῆς τῶν ἐπιστολῶν ἀρετῆς δι' ἧς οὐ τοὺς τότε μόνον πιστούς, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι τῆς σήμερον γενομένους καὶ τοὺς μέλλοντας δὲ ἔσεσθαι μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ὠφέλησέ τε καὶ ὠφελήσει; καὶ οὐ παύσεται τοῦτο ποιῶν ἕως ἂν τὸ τῶν ἀνθρώπων διαμένῃ γένος. Ὥσπερ γὰρ τεῖχος ἐξ ἀδάμαντος κατασκευασθέν, οὕτω τὰς πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας τὰ τούτου τειχίζει γράμματα· καὶ καθάπερ τις ἀριστεὺς γενναιότατος ἕστηκε καὶ νῦν μέσος, αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ «καθαιρῶν λογισμοὺς καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Ταῦτα δὲ πάντα ἐργάζεται δι' ὧν ἡμῖν κατέλιπεν ἐπιστολῶν τῶν θαυμασίων ἐκείνων καὶ τῆς θείας πεπληρωμένων σοφίας. Οὐ πρὸς δογμάτων δὲ μόνον νόθων τε ἀνατροπὴν καὶ γνησίων ἀσφάλειαν ἐπιτήδεια ἡμῖν αὐτοῦ τὰ γράμματα, ἀλλὰ καὶ πρὸς