1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

48

τῶν ἀκανθῶν πυκνότης οὐδὲ μέχρι τῆς ἐπιφανείας ἀφίησι τὸ σπειρόμενον πεσεῖν. Ἤδη δὲ καὶ θλίψεως ὑπερβολὴ καὶ πενίας ἀνάγκη καὶ ἐπήρειαι συνεχεῖς καὶ ἄλλα τοιαῦτα τοῖς προτέροις ἐναντία ἀπάγει τῆς περὶ τὰ θεῖα σπουδῆς, τῶν δὲ ἁμαρτημάτων οὐδὲ τὸ πολλοστὸν αὐτοῖς μέρος δυνατὸν γενέσθαι καταφανές· πῶς γάρ, ὧν τοὺς πλείονας οὐδὲ ἐκ προσόψεως ἴσασι; Καὶ τὰ μὲν πρὸς τὸν λαὸν αὐτῷ τοσαύτην ἔχει τὴν ἀμηχανίαν. Εἰ δέ τις τὰ πρὸς τὸν Θεὸν ἐξετάσειεν, οὐδὲν ὄντα εὑρήσει ταῦτα, οὕτω μείζονος καὶ ἀκριβεστέρας ἐκεῖνα δεῖται τῆς σπουδῆς. Τὸν γὰρ ὑπὲρ ὅλης πόλεως, τί λέγω πόλεως, πάσης μὲν οὖν τῆς οἰκουμένης πρεσβεύοντα καὶ δεόμενον ταῖς ἁπάντων ἁμαρτίαις ἵλεων γενέσθαι τὸν Θεόν, οὐ τῶν ζώντων μόνον, ἀλλὰ καὶ τῶν ἀπελθόντων, ὁποῖόν τινα εἶναι χρή; Ἐγὼ μὲν γὰρ καὶ τὴν Μωϋσέως καὶ τὴν Ἠλίου παρρησίαν οὐδέπω πρὸς τὴν τοσαύτην ἱκετηρίαν ἀρκεῖν ἡγοῦμαι. Καὶ γὰρ ὥσπερ τὸν ἅπαντα κόσμον πεπιστευμένος καὶ αὐτὸς ὢν ἁπάντων πατήρ, οὕτω πρόσεισι τῷ Θεῷ, δεόμενος τοὺς ἁπανταχοῦ πολέμους σβεσθῆναι, λυθῆναι τὰς ταραχάς, εἰρήνην, εὐετηρίαν, τῶν ἑκάστῳ κακῶν ἐπικειμένων καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ταχεῖαν αἰτῶν ἀπαλλαγήν. ∆εῖ δὲ πάντων αὐτὸν ὑπὲρ ὧν δεῖται τοσοῦτο διαφέρειν ἐν ἅπασιν ὅσον τὸν προεστῶτα τῶν προστατευομένων εἰκός. Ὅταν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον καλῇ καὶ τὴν φρικωδεστάτην ἐπιτελῇ θυσίαν καὶ τοῦ κοινοῦ πάντων συνεχῶς ἐφάπτηται δεσπότου, ποῦ τάξομεν αὐτόν, εἰπέ μοι; πόσην δὲ αὐτὸν ἀπαιτήσομεν καθαρότητα καὶ πόσην εὐλάβειαν; Ἐννόησον γὰρ ὁποίας τὰς ταῦτα διακονουμένας χεῖρας εἶναι χρή, ὁποίαν τὴν γλῶτταν τὴν ἐκεῖνα προχέουσαν τὰ ῥήματα, τίνος δὲ οὐ καθαρωτέραν καὶ ἁγιωτέραν τὴν τοσοῦτο πνεῦμα ὑποδεξομένην ψυχήν. Τότε καὶ ἄγγελοι παρεστήκασι τῷ ἱερεῖ καὶ οὐρανίων δυνάμεων ἅπαν τὸ βῆμα καὶ ὁ περὶ τὸ θυσιαστήριον πληροῦται τόπος εἰς τιμὴν τοῦ κειμένου. Καὶ τοῦτο ἱκανὸν μὲν καὶ ἐξ αὐτῶν πεισθῆναι τῶν ἐπιτελουμένων τότε. Ἐγὼ δὲ καί τινος ἤκουσα διηγουμένου ποτὲ ὅτι αὐτῷ τις πρεσβύτης, θαυμαστὸς ἀνὴρ καὶ ἀποκαλύψεις ὁρᾶν εἰωθώς, ἔλεγεν ὄψεως ἠξιῶσθαι τοιαύτης καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἄφνω πλῆθος ἀγγέλων ἰδεῖν, ὡς αὐτῷ δυνατὸν ἦν, στολίδας ἀναβεβλημένων λαμπρὰς καὶ τὸ θυσιαστήριον κυκλούντων καὶ κάτω νευόντων, ὡς ἂν εἴ τις στρατιώτας παρόντος βασιλέως ἑστηκότας ἴδοι· καὶ ἔγωγε πείθομαι. Καὶ ἕτερος δέ τις ἐμοὶ διηγήσατο, οὐ παρ' ἑτέρου μαθών, ἀλλ' αὐτὸς ἰδεῖν ἀξιωθεὶς καὶ ἀκοῦσαι, ὅτι τοὺς μέλλοντας ἐνθένδε ἀπαίρειν, ἂν τύχωσι τῶν μυστηρίων μετασχόντες ἐν καθαρᾷ συνειδήσει, ὅταν ἀποπνεῖν μέλλωσι, δορυφοροῦντες αὐτοὺς δι' ἐκεῖνο τὸ ληφθέν, ἀπάγουσιν ἐνθένδε ἄγγελοι. Σὺ δὲ οὔπω φρίττεις εἰς οὕτως ἱερὰν τελετὴν τοιαύτην εἰσάγων ψυχὴν καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια εἰς τὸ τῶν ἱερέων ἀναφέρων ἀξίωμα ὃν καὶ τοῦ λοιποῦ τῶν δαιτυμόνων χοροῦ ἐξέωσεν ὁ Χριστός; Φωτὸς δίκην τὴν οἰκουμένην καταυγάζοντος λάμπειν δεῖ τοῦ ἱερέως τὴν ψυχήν· ἡ δὲ ἡμετέρα τοσοῦτον ἔχει περικείμενον αὐτῇ σκότος ἐκ τῆς πονηρᾶς συνειδήσεως ὡς ἀεὶ καταδύεσθαι καὶ μηδέποτε δύνασθαι μετὰ παρρησίας εἰς τὸν αὐτῆς ἀτενίσαι δεσπότην. Οἱ ἱερεῖς τῆς γῆς εἰσιν οἱ ἅλες· τὴν δὲ ἡμετέραν ἄνοιαν καὶ τὴν ἐν ἅπασιν ἀπειρίαν τίς ἂν ἐνέγκοι ῥᾳδίως, πλὴν ὑμῶν τῶν καθ' ὑπερβολὴν ἡμᾶς ἀγαπᾶν εἰθισμένων; Οὐ γὰρ μόνον καθαρὸν οὕτως ὡς τηλικαύτης ἠξιωμένον διακονίας, ἀλλὰ καὶ λίαν συνετὸν καὶ πολλῶν ἔμπειρον εἶναι δεῖ. Καὶ πάντα μὲν εἰδέναι τὰ βιωτικὰ τῶν ἐν μέσῳ στρεφομένων οὐχ ἧττον, πάντων δὲ ἀπηλλάχθαι μᾶλλον τῶν τὰ ὄρη κατειληφότων μοναχῶν. Ἐπειδὴ γὰρ ἀνδράσιν αὐτὸν ὁμιλεῖν ἀνάγκη καὶ γυναῖκας ἔχουσι καὶ παῖδας τρέφουσι καὶ θεράποντας κεκτημένοις καὶ πλοῦτον περιβεβλημένοις πολὺν καὶ δημόσια πράττουσι καὶ ἐν δυναστείαις οὖσι, ποικίλον αὐτὸν εἶναι δεῖ. Ποικίλον δὲ λέγω, οὐχ ὕπουλον, οὐ