1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

56

καταστρωμάτων νεκρούς, τοὺς καταποντιζομένους, τοὺς ἐπιπλέοντας, τοὺς εἰς τοὺς αἰγιαλοὺς ἐκβρασσομένους, τοὺς ἔνδον τοῖς κύμασι περικλυζομένους καὶ ταῖς ναυσὶν ἀποφράττοντας τὴν ὁδόν. Καὶ πάσας ἀκριβῶς διδάξας τὰς τοῦ πολέμου τραγῳδίας, προστιθέτω καὶ τὰ τῆς αἰχμαλωσίας δεινὰ καὶ τὴν παντὸς θανάτου χαλεπωτέραν δουλείαν. Καὶ ταῦτα εἰπών, κελευέτω τὸν ἵππον ἀναβαίνειν εὐθέως καὶ τοῦ στρατοπέδου παντὸς ἐκείνου στρατηγεῖν. Ἆρα οἴει πρὸς τὴν διήγησιν μόνον ἀρκέσειν τὸν μειρακίσκον ἐκεῖνον, ἀλλ' οὐκ ἀπὸ πρώτης ὄψεως εὐθέως ἀφήσειν τὴν ψυχήν; 6.13 ιγʹ. Ὅτι παντὸς πολέμου χαλεπώτερος ὁ τοῦ διαβόλου πειρασμόσ Καὶ μή με νομίσῃς ἐπαίρειν τὸ πρᾶγμα τῷ λόγῳ· μηδ' ὅτι τῷ σώματι τούτῳ καθάπερ τινὶ δεσμωτηρίῳ κατακλεισθέντες, τῶν ἀοράτων οὐδὲν δυνάμεθα ἰδεῖν, μεγάλα τὰ εἰρημένα εἶναι νομίσῃς. Πολὺ γὰρ ταύτης τῆς μάχης μείζονα καὶ φρικωδεστέραν εἶδες ἄν, εἰ τοῦ διαβόλου τὴν ζοφωδεστάτην παράταξιν καὶ τὴν μανιώδη συμβολὴν τούτοις τοῖς ὀφθαλμοῖς ἰδεῖν ἠδυνήθης ποτέ· οὐ γὰρ χαλκὸς ἐκεῖ καὶ σίδηρος, οὐδὲ ἵπποι καὶ ἅρματα καὶ τροχοί, οὐδὲ πῦρ καὶ βέλη, ταῦτα τὰ ὁρατά, ἀλλ' ἕτερα πολὺ τούτων φοβερώτερα μηχανήματα. Οὐ δεῖ τούτοις τοῖς πολεμίοις θώρακος, οὐδὲ ἀσπίδος, οὐδὲ ξιφῶν καὶ δοράτων, ἀλλ' ἀρκεῖ μόνη ἡ ὄψις τῆς ἐπαράτου στρατιᾶς ἐκείνης παραλῦσαι ψυχήν, ἢν μὴ λίαν οὖσα γενναία τύχῃ καὶ πρὸ τῆς οἰκείας ἀνδρείας πολλῆς ἀπολαύσῃ τῆς παρὰ τοῦ Θεοῦ προνοίας. Καὶ εἴ γε ἦν δυνατόν, τὸ σῶμα ἀποδύντα τοῦτο ἢ καὶ μετὰ αὐτοῦ τοῦ σώματος δυνηθῆναι καθαρῶς καὶ ἀφόβως ἅπασαν τὴν ἐκείνου παράταξιν καὶ τὸν πρὸς ἡμᾶς πόλεμον ὀφθαλμοφανῶς ἰδεῖν, εἶδες ἂν οὐ χειμάρρους αἱμάτων, οὐδὲ σώματα νεκρά, ἀλλὰ ψυχῶν πτώματα τοσαῦτα καὶ τραύματα οὕτω χαλεπὰ ὡς ἅπασαν ἐκείνην τοῦ πολέμου τὴν ὑπογραφὴν ἣν ἄρτι διῆλθον πρὸς σὲ παίδων τινὰ ἀθύρματα εἶναι νομίσαι καὶ παιδιὰν μᾶλλον ἢ πόλεμον, τοσοῦτοι οἱ καθ' ἑκάστην πληττόμενοι τὴν ἡμέραν. Τὰ δὲ τραύματα οὐκ ἴσην ἐργάζεται τὴν νέκρωσιν, ἀλλ' ὅσον ψυχῆς καὶ σώματος τὸ μέσον τοσοῦτον ἐκείνης καὶ ταύτης τὸ διάφορον· ὅταν γὰρ λάβῃ τὴν πληγὴν ἡ ψυχὴ καὶ πέσῃ, οὐ κεῖται καθάπερ τὸ σῶμα ἀνεπαισθήτως, ἀλλὰ βασανίζεται μὲν ἐντεῦθεν ἤδη τῇ πονηρᾷ συνειδήσει τηκομένη, μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγήν, κατὰ τὸν τῆς κρίσεως καιρὸν ἀθανάτῳ παραδίδοται τιμωρίᾳ. Εἰ δέ τις ἀναλγήτως ἔχοι πρὸς τὰς τοῦ διαβόλου πληγάς, μεῖζον ὑπὸ τῆς ἀναισθησίας ἐκείνῳ γίνεται τὸ δεινόν· ὁ γὰρ ἐπὶ τῇ προτέρᾳ πληγῇ μὴ δηχθεὶς εὐκόλως δέχεται καὶ δευτέραν καὶ μετ' ἐκείνην ἑτέραν. Οὐ γὰρ διαλιμπάνει μέχρι τῆς ἐσχάτης ἀναπνοῆς παίων ὁ μιαρός, ὅταν εὕρῃ ψυχὴν ὑπτίαν καὶ τῶν προτέρων καταφρονοῦσαν πληγῶν. Εἰ δὲ καὶ τῆς συμβολῆς τὸν τρόπον ἐξετάζειν ἐθέλοις, πολὺ ταύτην σφοδροτέραν καὶ ποικιλωτέραν ἴδοις ἄν· οὔτε γὰρ κλοπῆς καὶ δόλου τοσαύτας τις οἶδεν ἰδέας ὅσας ἐκεῖνος ὁ μιαρός· ταύτῃ γοῦν τὴν πλείονα κέκτηται δύναμιν, οὔτε ἔχθραν τις οὕτως ἀκήρυκτον δύναται ἔχειν πρὸς τοὺς ἄγαν πολεμιωτάτους αὐτῷ ὅσην πρὸς τὴν ἀνθρωπείαν φύσιν ὁ πονηρός. Καὶ τὴν προθυμίαν δὲ εἴ τις ἐξετάζοι μεθ' ἧς μάχεται ἐκεῖνος, ἀνθρώπους μὲν ἐνταῦθα καὶ γελοῖον παραβαλεῖν· εἰ δέ τις τὰ ὀργιλώτατα καὶ ἀπηνέστατα τῶν θηρίων ἐκλεξάμενος ἀντιτιθέναι θέλοι τῇ τούτου μανίᾳ, πραότατα ὄντα καὶ ἡμερώτατα εὑρήσει τῇ παραβολῇ, τοσοῦτον οὗτος πνεῖ θυμόν, ταῖς ἡμετέραις προσβάλλων ψυχαῖς. Καὶ ὁ τῆς μάχης δὲ χρόνος ἐνταῦθα μὲν βραχὺς καὶ ἐν τῷ βραχεῖ δὲ αὐτῷ πολλαὶ αἱ ἀνακωχαί· καὶ γὰρ νὺξ ἐπελθοῦσα καὶ ὁ τοῦ σφάζειν κάματος καὶ τροφῆς καιρὸς καὶ πολλὰ ἕτερα διαναπαύειν τὸν στρατιώτην πέφυκεν, ὡς καὶ ἀποδῦναι τὴν παντευχίαν καὶ ἀναπνεῦσαι μικρὸν καὶ σίτῳ καὶ ποτῷ καταψῦξαι καὶ ἑτέροις πολλοῖς τὴν προτέραν ἀνακτήσασθαι δύναμιν. Ἐπὶ δὲ τοῦ πονηροῦ οὐκ ἔστι τὰ ὅπλα καταθέσθαι ποτέ, οὐκ ἔστιν ὕπνον