1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

De sancta Droside martyre

ΕΓΚΩΜΙΟΝ Εἰς τὴν ἁγίαν μεγαλομάρτυρα ∆ροσίδα, καὶ εἰς τὸ μεμνῆσθαι θανάτου

αʹ. Οἱ φιλόπονοι τῶν ποιμένων, ἐπειδὰν διὰ μακροῦ χειμῶνος ἴδωσι λαμπρὰν

ἀκτῖνα, καὶ θερμοτέραν γενομένην ἡμέραν, τῆς μάνδρας ἐξαγαγόντες τὰ πρόβατα, πρὸς τὰς συνήθεις ἄγουσι νομάς· τούτους καὶ ὁ καλὸς ποιμὴν οὗτος μιμούμενος, τὴν ἱερὰν ταύτην ἀγέλην, καὶ τὴν πνευματικὴν τοῦ Χριστοῦ ποίμνην πρὸς τὰς τῶν ἁγίων νομὰς ἤγαγε ταύτας τὰς πνευματικάς. Κορέννυνται μὲν ἐπὶ τῆς φάτνης ἑστῶτα τὰ πρόβατα· ἀλλ' ἐπειδὰν ἔξω γένηται τῶν σηκῶν, πλείονα ἀπὸ τῶν πεδίων καρποῦνται τὴν ὠφέλειαν, μετὰ πολλῆς τῆς τέρψεως κατακύπτοντα, καὶ τὴν πόαν διὰ τῶν ὀδόντων ἀποκείροντα, καθαρόν τε ἀέρα ἀναπνέοντα, καὶ πρὸς ἀκτῖνα βλέποντα διειδῆ καὶ φαιδρὰν, παρὰ λίμνας καὶ πηγὰς σκιρτῶντα καὶ ποταμούς· φέρει δὲ αὐτοῖς καὶ ἡ γῆ τινα τέρψιν τοῖς ἄνθεσι καλλωπιζομένη πάντοθεν. Οὐκ ἐπ' ἐκείνων δὲ μόνον, ἀλλὰ καὶ ἐφ' ἡμῶν τοῦτο πολλὴν ἔχει τὴν ὠφέλειαν. Πλήρης μὲν γὰρ ἡμῖν καὶ ἔνδον ἡ τράπεζα τῶν πνευματικῶν ἐδεσμάτων παρέκειτο, ἀλλ' ἡ πρὸς τοὺς ἁγίους ἔξοδος τούτους ἔχει τινὰ καὶ ψυχαγωγίαν καὶ κέρδος τῆς ψυχαγωγίας οὐκ ἔλαττον, οὐκ ἐπειδὴ καθαρὸν τὸν ἀέρα ἀναπνέομεν, ἀλλ' ἐπειδὴ πρὸς τὰ τῶν γενναίων τούτων κατορθώματα βλέπομεν· οὐ παρὰ ποταμοὺς ὑδάτων, ἀλλὰ παρὰ ποταμοὺς χαρισμάτων σκιρτῶντες· οὐ κατακύπτοντες, καὶ πόαν κείροντες τοῖς ὀδοῦσιν, ἀλλὰ μαρτύρων ἀρετὰς ἀναλεγόμενοι· οὐχὶ γῆν ὁρῶντες καλλωπιζομένην ἄνθεσιν, ἀλλὰ σώματα βλέποντες χαρίσμασι βρύοντα πνευματικοῖς. Ἕκαστον μὲν οὖν τῶν μαρτυρίων παρέχει τοῖς συλλεγομένοις κέρδος οὐ μικρὸν, μάλιστα δὲ ἁπάντων τοῦτο· ὁμοῦ τε γὰρ ἐπέβη τις τῶν προθύρων, καὶ πλῆθος εὐθέως τάφων πανταχόθεν προσπίπτει τοῖς ὀφθαλμοῖς, καὶ ὅπου περ ἂν ἴδῃ, λάρνακας καὶ μνήματα καὶ θήκας ὁρᾷ τῶν κατοιχομένων. Οὐ μικρὸν δὴ ἡμῖν εἰς φιλοσοφίας μέρος αὕτη συντελεῖ τῶν τάφων ἡ θεωρία. Ἡ γὰρ ψυχὴ διὰ τῆς ὄψεως ταύτης, κἂν ῥᾴθυμος ᾖ, ταχέως συστέλλεται, κἂν σπουδαία καὶ διεγηγερμένη, σπουδαιοτέρα γίνεται· κἂν ἀποδύρηταί τις πενίαν, ἀπὸ τῆς ὄψεως ταύ 50.684 της εὐθέως παραμυθίαν δέχεται, κἂν ἐπὶ πλούτῳ μέγα φρονῇ, ταπεινοῦται καὶ καταστέλλεται. Ἡ γὰρ τῶν τάφων ὄψις ἕκαστον τῶν ὁρώντων τὰ περὶ τῆς τελευτῆς τῆς ἑαυτοῦ καὶ ἄκοντα φιλοσοφεῖν ἀναγκάζει, καὶ πείθει μηδὲν τῶν παρόντων νομίζειν εἶναι βέβαιον, μὴ λυπηρὸν, μὴ χρηστόν· ὁ δὲ ταῦτα πεισθεὶς οὐ ῥᾳδίως ἁλώσεται τῇ τῆς ἁμαρτίας παγίδι. ∆ιὰ τοῦτο καὶ σοφός τις παραινεῖ λέγων· Ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα μὴ ἁμάρτῃς· καὶ ἕτερος δέ τις συνωδὰ τούτῳ φθέγγεται συμβουλεύων οὕτως· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου πρὸς τὴν ὁδόν· οὐ περὶ τῆς αἰσθητῆς ὁδοῦ διαλεγόμενος, ἀλλὰ περὶ τῆς ἐντεῦθεν ἀποδημίας. Ἂν γὰρ διηνεκῶς καὶ καθ' ἑκάστην ἡμέραν τὸ τῆς τελευτῆς προβλέπωμεν ἄδηλον, οὐ ταχέως ἁμαρτησόμεθα· οὔτε γὰρ τὰ λαμπρὰ τοῦ βίου φυσῆσαι, οὔτε τὰ λυπηρὰ καθελεῖν ἡμᾶς καὶ θορυβῆσαι δυνήσεται ἄδηλον ἑκάτερα τὸ τέλος ἔχοντα. Καὶ γὰρ πολλάκις ὁ σήμερον ζῶν οὐδὲ μέχρι τῆς ἑσπέρας μένει. Ἔνδον μὲν οὖν ἐν τῇ πόλει ἐνδιατρίβοντας οὐ σφόδρα εἰκὸς τὰ τοιαῦτα μελετᾷν καὶ φιλοσοφεῖν· ἐξελθόντας ἔξω τειχῶν, καὶ πρὸς τοὺς τάφους τούτους ἐλθόντας, καὶ τὸ πλῆθος τῶν