1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

θηρίων, καταγελᾷν πυρὸς, καταπατεῖν ἅπαν εἶδος κολάσεως καὶ τιμωρίας, καὶ πρὸς τὴν μέλλουσαν ἐπείγεσθαι ζωὴν, οὐδὲ τῶν ἡμετέρων ἐλέγχων δεήσονται, ἀλλ' ἑαυτοὺς ἐροῦνται, καὶ ἱκανὴν ἀπόδειξιν λήψονται τῶν λεγομένων. Ἐξ οὗ γὰρ ὁ Χριστὸς παρεγένετο, γεγόνασι μὲν ἄπιστοι βασιλεῖς, γεγόνασι δὲ καὶ πιστοὶ, ἀλλὰ τῶν μὲν ἀπίστων οἱ πλείους ἐπὶ βάραθρα, καὶ πυρὰς, καὶ κρημνοὺς, καὶ πελάγη, καὶ θηρίων μανίαν, καὶ πολυτρόπους κολάσεις, καὶ τιμωρίας τοὺς πιστοὺς ἦγον, παντὶ τρόπῳ τὴν πίστιν ἀναμοχλεύοντες τῆς ἐκείνων ψυχῆς, καὶ οὐδὲν ἤνυσαν, ἀλλὰ καταγελασθέντες ἀπῆλθον, τῶν μὲν πιστευόντων παντὶ τρόπῳ κοπτομένων, τῆς πίστεως δὲ αὐξομένης μειζόνως. Εὐσεβὴς δὲ βασιλεὺς οὐδεὶς οὐδέποτε ἄνδρα ἄπιστον κολάσαι καὶ τιμωρήσασθαι εἵλετο, καταναγκάζων ἀποστῆναι τῆς πλάνης. Ἀλλ' ὅμως καὶ οὕτως αὐτομάτως καταῤῥεῖ καὶ ἀπόλλυται, ἵνα μάθῃς καὶ τῆς ἀληθείας τὴν ἰσχὺν, καὶ τοῦ ψεύδους τὴν ἀσθένειαν, τοῦ μὲν αὐτομάτως καὶ μηδενὸς ἐνοχλοῦντος ἀπολλυμένου, τῆς δὲ διὰ τῶν κωλυόντων αὐξομένης καὶ πρὸς ὕψος αἰρομένης ἄφατον· τὸ δὲ αἴτιον, ὅτι καὶ ζῇ καὶ ἐνεργεῖ ταῖς τῶν μαρτύρων ψυχαῖς ὁ Χριστός. Ὅταν οὖν λέγωσιν, ὅτι οὐκ ἀνέστη, ταῦτα αὐτοὺς ἐρωτῶμεν· Καὶ τίς ταῦτα κατώρθωσεν; ὁ νεκρὸς, εἰπέ μοι; Ἀλλὰ τοσοῦτοι γεγόνασι νεκροὶ, καὶ οὐδεὶς τοιαῦτα εἰργάσατο. Ἀλλὰ μάγος καὶ γόης ἦν; Ἀλλὰ πολλοὶ καὶ μάγοι καὶ γόητες καὶ πλάνοι γεγένηνται, καὶ πάντες σεσίγηνται, καὶ λείψανον αὐτῶν οὐκ ἔστιν οὐδαμοῦ, ἀλλὰ συναπεσβέσθη τῇ ζωῇ καὶ τὰ τῆς μαγγανείας αὐτοῖς· τὰ δὲ τοῦ Χριστοῦ καθ' ἑκάστην αὔξεται τὴν ἡμέραν, καὶ μάλα εἰκότως· οὐ γὰρ γοητείᾳ ἐγίνετο τὰ γινόμενα, ἀλλὰ θείᾳ δυνάμει, διὰ τοῦτο οὐδὲ καταλύεται. Μᾶλλον δὲ οὐκ ἀπὸ τούτου τῆς δυνάμεως ἀπόδειξιν ποιοῦμαι μόνον ὅτι αὔξεται, ἀλλ' ὅτι καὶ ἐπ' ἀγαθῷ, καὶ τῇ τῆς ἡμετέρας ζωῆς σωτηρίᾳ. Μετὰ γὰρ τὴν ἐκείνου παρουσίαν ἐκ θηρίων ἄνθρωποι γεγόνασιν οἱ τὴν γῆν οἰκοῦντες, μᾶλλον δὲ ἐξ ἀνθρώπων ἄγγελοι πάντες, οἱ μετ' ἀληθείας αὐτῷ προσέχοντες. Ἀλλ' ἠπατήθησαν καὶ παρελογίσθησαν οἱ μάρτυρες, φησὶ, καὶ διὰ τοῦτο τῆς παρούσης κατεφρόνησαν ζωῆς. Εἶτα οἱ πρότεροι τοὺς δευτέρους οὐκ ἀνέπεισαν, οὐδὲ οἱ δεύτεροι τοὺς τρίτους, ἀλλ' ὅσῳ προῄει τὰ τῶν διωγμῶν, τοσούτῳ καὶ τοῦτο ἐπεδίδου τὸ κατόρθωμα, καὶ οὐδεὶς, ἐν οὕτω μακρῷ χρόνῳ, τὴν ἀπάτην συνεῖδε. Καὶ ποῦ ταῦτα λόγον ἂν ἔχοι; Εἰ δὲ ἠπάτηντο, πῶς τὴν κόνιν αὐτῶν δεδοίκασιν οἱ δαίμονες; πῶς καὶ τοὺς τάφους φεύγουσιν; οὐδὲ γὰρ ἐπειδὴ νεκροὺς φοβοῦνται δαίμονες, τοῦτο πάσχουσιν. Ἰδοὺ γὰρ μυρίοι νεκροὶ πανταχοῦ τῆς γῆς, κἀκείνοις μὲν προσεδρεύουσι, καὶ πολλοὺς ἂν ἴδῃ τις δαιμονῶντας ἐν ἐρημίαις διατρίβοντας καὶ τάφοις· ἔνθα δὲ τῶν μαρτύρων ὀστᾶ κατορώρυκται, ὡς ἀπὸ πυρός τινος καὶ κολάσεως ἀφορήτου φεύγουσι, τὴν ἔνδον μαστίζουσαν αὐτοὺς δύναμιν μετὰ λαμπρᾶς ἀνακηρύττοντες φωνῆς. γʹ. Ἀλλ' ἐντεῦθεν μὲν, ὅτι τῆς ἀσθενείας τῶν δαιμόνων ἔλεγχος ὁ τῶν μαρτύρων ἐστὶ θάνατος, ἀποδέδεικται· ὅτι δὲ καὶ τῆς ἀναισθησίας αὐτῶν ἐστι κατηγορία τὸ πρᾶγμα, δῆλον ἐκεῖθεν. Ὅταν γὰρ οὗτοι μὲν, οἱ μάρτυρες λέγω, σώματι καὶ φυσικαῖς ἀνάγκαις ὑποκείμενοι, καὶ πολὺν ὀδυνῶν ὄχλον καὶ ἀλγηδόνων ἔχοντες περιεστῶτα, καὶ τὸν ἐπίκηρον ζῶντες βίον, καὶ διατρίβοντες ἐπὶ γῆς, οὕτω φαίνωνται τῆς παρούσης ὑπερορῶντες ζωῆς διὰ τὴν περὶ τὸν πεποιηκότα αὐτοῖς Θεὸν ἀγάπην· ἐκεῖνοι δὲ καὶ σαρκὸς ἀπηλλαγμένοι καὶ πάσης ταύτης ὀδύνης καὶ ἀλγηδόνος οὕτω φαίνωνται ἐξυβρικότες, καὶ ἀγνώμονες περὶ τὸν εὐεργέτην γεγενημένοι, ποίαν ἕξουσιν ἀπολογίαν; τίνα συγγνώμην; Οὐδεμίαν οὐδαμόθεν, τῆς τούτων ἀρετῆς τὴν ἐκείνων κακίαν ἐκ πολλοῦ τοῦ περιόντος κατακρινούσης. Οὐ γὰρ δὴ μόνον ἀνθρώπους ἄνθρωποι, οἱ