1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

ἐπειδὴ ὁ Θεὸς ὁ μονογενὴς τοῦ Θεοῦ παῖς μεθ' ἡμῶν ἦν· ἀλλὰ τοῦτο ἀεί ἐστιν. Ἰδοὺ γὰρ, φησὶ, μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· διὸ πάσας τὰς ἡμέρας τὰ ἐπιφάνια δυνατὸν τελεῖν. Τοῦ Πάσχα ἡ ἑορτὴ τί βούλεται; τίς ἡ ὑπόθεσις αὐτῆς; Τὸν θάνατον τοῦ Κυρίου καταγγέλλομεν τότε· καὶ τοῦτό ἐστι τὸ Πάσχα· ἀλλ' οὐδὲ τοῦτο καιρῷ ὡρισμένῳ ποιοῦμεν. Βουλόμενος γὰρ ἡμᾶς ἀπαλλάξαι ὁ Παῦλος τῆς τῶν καιρῶν ἀνάγκης, καὶ δεικνὺς ὅτι δυνατὸν ἀεὶ Πάσχα ἐπιτελεῖν, Ὁσάκις γὰρ ἂν ἐσθίητε, φησὶ, τοῦτον τὸν ἄρτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Ἐπεὶ οὖν ἀεὶ δυνάμεθα τὸν θάνατον τοῦ Κυρίου καταγγέλλειν, ἀεὶ Πάσχα δυνάμεθα ἐπιτελεῖν. Βούλεσθε μαθεῖν, ὅτι καὶ αὕτη ἡ σήμερον ἑορτὴ δύναται καθ' ἑκάστην πληροῦσθαι, μᾶλλον δὲ καθ' ἑκάστην ἐστίν; Ἴδωμεν τίς ἡ ὑπόθεσις τῆς παρούσης ἑορτῆς, καὶ τίνος ἕνεκεν αὐτὴν ἄγομεν. Ὅτι τὸ Πνεῦμα πρὸς ἡμᾶς ἦλθε· καθάπερ γὰρ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων ἐστὶ τῶν πιστῶν· οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ. Πόθεν δῆλον; Ὁ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας. Ὥσπερ οὖν ὁ Χριστὸς εἶπε περὶ ἑαυτοῦ, ὅτι Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ δυνάμεθα ἀεὶ τὰ ἐπιφάνια ἐπιτελεῖν· οὕτω καὶ περὶ τοῦ Πνεύματος εἶπεν, ὅτι εἰς τὸν αἰῶνα μεθ' ὑμῶν ἐστι, καὶ δυνάμεθα ἀεὶ πεντηκοστὴν ἐπιτελεῖν.

βʹ. Καὶ ἵνα μάθητε, ὅτι ἔξεστιν ἡμῖν ἀεὶ ἑορτάζειν, καὶ οὐκ ἔστι καιρὸς

ὡρισμένος, οὐδὲ ἀνάγκῃ χρόνον συγκεκλείσμεθα, ἀκούσατε τοῦ Παύλου τί φησιν· 50.455 Ὥστε ἑορτάζωμεν. Καίτοι οὐκ ἦν τότε ἑορτὴ, ὅτε ταῦτα ἔγραφεν· οὐκ ἦν Πάσχα, οὐκ ἦν ἐπιφάνια, οὐκ ἦν πεντηκοστή· ἀλλὰ δεικνὺς, ὅτι οὐ καιρὸς ποιεῖ ἑορτὴν, ἀλλὰ συνειδὸς καθαρόν· ἑορτὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ εὐφροσύνη· εὐφροσύνην δὲ πνευματικὴν καὶ νοερὰν οὐδὲν ἄλλο ποιεῖ, ἀλλ' ἢ συνειδὸς πράξεων ἀγαθῶν· ὁ δὲ συνειδὸς ἔχων ἀγαθὸν καὶ πράξεις τοιαύτας, ἀεὶ ἑορτάζειν δύναται. Τοῦτο οὖν αὐτὸ δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ὁρᾷς πῶς οὐ καιρῶν σε κατέδησεν ἀνάγκῃ, ἀλλὰ συνειδὸς καθαρὸν ἔχειν παρεκελεύσατο; Ἐβουλόμην πᾶσαν τὴν διάλεξιν εἰς τοῦτο καταναλῶσαι· οἱ γὰρ διὰ χρόνου τινὰς λαβόντες εἰς τὰς χεῖρας τὰς ἑαυτῶν οὐκ εὐκόλως αὐτοὺς ἀφιᾶσιν· ἐπεὶ οὖν καὶ ὑμᾶς ἡμεῖς τοὺς δι' ἐνιαυτοῦ παραγινομένους εἴσω τῶν δικτύων ἐλάβομεν τῶν ἡμετέρων, οὐ βουλόμεθα ἀφεῖναι τήμερον, ἀλλ' ἵνα μὴ κενοὶ τῶν περὶ τῆς ἑορτῆς ἀναχωρήσητε λόγων, ἀπὸ τῆς παραινέσεως ταύτης ἐπὶ τὴν ὑπόθεσιν τῆς ἑορτῆς ἀγαγεῖν χρὴ τὴν διάλεξιν. Πολλὰ μὲν οὖν πολλάκις ἐξ οὐρανοῦ κατῆλθεν εἰς τὴν γῆν ἀγαθὰ τῷ κοινῷ τῶν ἀνθρώπων γένει· οἷα δὲ σήμερον, οὐδέποτε κατηνέχθη πρὸ τούτου. Μάθετε γοῦν οἷα τὰ πρότερα, οἷα τὰ σήμερον, ἵνα καὶ ἑκατέρων ἴδητε τὴν διαφοράν.

Ἔβρεξεν ὁ Θεὸς μάννα ἐπὶ τὴν γῆν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον γὰρ ἀγγέλων ἔφαγεν ἄνθρωπος· μέγα ὄντως καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἄξιον. Μετ' ἐκεῖνο κατηνέχθη πῦρ, καὶ πλανώμενον τὸν Ἰουδαϊκὸν δῆμον διώρθωσε, καὶ ἥρπασε τὴν θυσίαν ἀπὸ τοῦ βωμοῦ κατηνέχθη πάλιν ὑετὸς λιμῷ τηκομένων ἁπάντων, καὶ πολλὴν τὴν εὐετηρίαν εἰργάσατο. Μεγάλα ταῦτα καὶ θαυμαστά· ἀλλὰ τὰ παρόντα πολλῷ μείζονα· οὐ γὰρ μάννα καὶ πῦρ καὶ ὑετὸς κατηνέχθη σήμερον, ἀλλ' ὄμβρος χαρισμάτων πνευματικῶν· νιφάδες ἠνέχθησαν ἄνωθεν, οὐχὶ τὴν γῆν πρὸς καρποφορίαν ἐγείρουσαι, ἀλλὰ τὴν ἀνθρωπίνην πείθουσαι φύσιν τὸν καρπὸν τῆς ἀρετῆς τῷ τῶν ἀνθρώπων ἀποδοῦναι γεωργῷ. Καὶ οἱ ῥανίδα ἐκεῖθεν δεξάμενοι εὐθέως τῆς φύσεως ἐπελανθάνοντο τῆς ἑαυτῶν, καὶ ἐξαίφνης ἀγγέλων ἐπληροῦτο πᾶσα ἡ γῆ· ἀγγέλων οὐχὶ ἐπουρανίων, ἀλλ' ἐν ἀνθρωπίνῳ σώματι τῶν ἀσωμάτων