1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

μὲν γραμματεῖον ἐλάμβανε τῶν μελλουσῶν συμφορῶν ὑπόμνησιν· οὗτοι δὲ πῦρ ἐλάμβανον, ὥστε κατακαῦσαι τὰ τῆς οἰκουμένης ἁμαρτήματα, καὶ ἀφανίσαι πάντα. Καθάπερ γὰρ πῦρ εἰς ἀκάνθας ἐμπῖπτον πάσας αὐτὰς ἀφανίσει ῥᾳδίως, οὕτω καὶ τοῦ Πνεύματος ἡ χάρις ἐδαπάνα τῶν ἀνθρώπων τὰς ἁμαρτίας. Ἀλλ' οἱ ἀναίσθητοι Ἰουδαῖοι τούτων γενομένων, δέον καταπεπλῆχθαι καὶ τρέμειν καὶ προσκυνεῖν τὸν διδόντα τὴν δωρεὰν, πάλιν τὴν οἰκείαν ἄνοιαν ἐπιδείκνυνται μέθην κατηγοροῦντες τῶν πεπληρωμένων τοῦ Πνεύματος ἀποστόλων· Οὗτοι γὰρ, φησὶ, γλεύκους μεμεστωμένοι εἰσίν. Ἐννόησον ἀγνωμοσύνην ἀνθρώπων, καὶ σκόπησον εὐγνωμοσύνην ἀγγέλων. Οἱ μὲν γὰρ ἄγγελοι ὅτε εἶδον τὴν ἀπαρχὴν ἀναγομένην τὴν ἡμετέραν, ἔχαιρον καὶ ἔλεγον· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· οἱ δὲ 50.461 ἄνθρωποι ἰδόντες τὴν τοῦ Πνεύματος χάριν καταβᾶσαν πρὸς ἡμᾶς λέγουσιν, ὅτι μεθύουσιν οἱ δεξάμενοι τὴν χάριν, καὶ οὐδὲ ἡ ὥρα τοῦ ἔτους αὐτοὺς ἐδυσώπησε· γλεῦκος γὰρ ἐν ἔαρος ὥρᾳ οὐκ ἂν εὑρεθείη ποτέ· τότε δὲ ἔαρ ἦν. Ἀλλ' ἐκεῖνοι μὲν ἀφείσθωσαν· ἡμεῖς δὲ σκοπῶμεν τὴν ἀντίδοσιν τοῦ φιλανθρώπου Θεοῦ.

Ἔλαβε τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας ὁ Χριστὸς, καὶ ἀντέδωκεν ἡμῖν τοῦ Πνεύματος τὴν χάριν· καὶ καθάπερ ἐν μακρῷ πολέμῳ γίνεται, ὅταν μάχη λυθῇ, καὶ εἰρήνη γένηται, οἱ πρὸς ἀλλήλους ἀπεχθῶς ἔχοντες ἐνέχυρα καὶ ὅμηρα ἀλλήλοις ἀντιδιδόασιν· οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ καὶ ἐπὶ τῆς ἀνθρωπίνης ἐγένετο φύσεως· ἔπεμψεν αὐτῷ ἐνέχυρα καὶ ὅμηρα τὴν ἀπαρχὴν ἣν ἀνήνεγκεν ὁ Χριστός· ἀντέπεμψεν ἡμῖν αὐτὸς ἐνέχυρα καὶ ὅμηρα τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ ἐνέχυρα καὶ ὅμηρα ἔχομεν, δῆλον ἐντεῦθεν· τὰ γὰρ ἐνέχυρα καὶ ὅμηρα βασιλικοῦ γένους εἶναι χρή· διὰ τοῦτο καὶ Πνεῦμα ἅγιον ἡμῖν κατεπέμφθη, ὡς τῆς βασιλικωτάτης οὐσίας ὄν· καὶ ὁ παρ' ἡμῖν δὲ ἀνενεχθεὶς ἐκ γένους ἦν βασιλικοῦ· ἀπὸ γὰρ τοῦ σπέρματος ἦν ∆αυΐδ. ∆ιὰ τοῦτο οὐκ ἔτι δέδοικα, ὅτι ἡ ἀπαρχὴ ἡμῶν ἄνω κάθηται· διὰ τοῦτο κἂν σκώληκά μοι τις εἴπῃ ἀτελεύτητον, κἂν πῦρ ἄσβεστον, κἂν ἑτέρας κολάσεις καὶ τιμωρίας, οὐ φοβοῦμαι λοιπόν· μᾶλλον δὲ φοβοῦμαι μὲν, οὐκ ἀπογινώσκω δὲ τῆς σωτηρίας τῆς ἐμαυτοῦ. Εἰ γὰρ μὴ μεγάλα ἀγαθὰ ὁ Θεὸς περὶ τοῦ γένους ἡμῶν ἐβουλεύετο, οὐκ ἂν τὴν ἀπαρχὴν ἡμῶν ἔλαβεν ἄνω. Πρὸ τούτου μὲν εἰς τὸν οὐρανὸν βλέποντες καὶ τὰς ἀσωμάτους ἐννοοῦντες δυνάμεις σαφεστέραν τὴν εὐτέλειαν ὁρῶμεν τὴν ἡμετέραν, ἀπὸ τῆς συγκρίσεως τῶν ἄνω δυνάμεων· νῦν δὲ ὅταν βουληθῶμεν τὴν εὐγένειαν ἡμῶν ἰδεῖν, εἰς τὸν οὐρανὸν ἄνω βλέπομεν, εἰς τὸν θρόνον αὐτὸν τὸν βασιλικόν· ἐκεῖ γὰρ ἡ ἐξ ἡμῶν ἀπαρχὴ κάθηται. Οὕτω καὶ ἐλεύσεται ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ κρίνων ἡμᾶς. Παρασκευαζώμεθα τοίνυν, ὥστε μὴ τῆς δόξης ἐκείνης ἐκπεσεῖν· ἥξει γὰρ πάντως καὶ οὐ χρονιεῖ ὁ κοινὸς ἡμῶν ∆εσπότης· ἥξει στρατόπεδα ἐπαγόμενος, ἀγγέλων τάγματα, ἀρχαγγέλων συμμορίας, μαρτύρων φρατρίας, δικαίων χοροὺς, προφητῶν καὶ ἀποστόλων δήμους, καὶ ἐν μέσῳ τῶν στρατοπέδων ἀΰλων ἐκείνων ὁ βασιλεὺς φαινόμενος ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δόξῃ.

ʹ. Πάντα τοίνυν ποιῶμεν, ὥστε μὴ τῆς δόξης ἐκείνης ἐκπεσεῖν. Βούλεσθε

εἴπω καὶ τὰ φοβερά; οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα διορθώσωμαι. Τότε πυρὸς ποταμὸς πρὸ τοῦ βήματος ἐκείνου σύρεται· τότε βίβλοι ἀνοίγονται· δικαστήριον ἔστη φοβερὸν καὶ φρικῶδες. ∆ιὰ τοῦτο καθάπερ ἐν δικαστηρίῳ τὰ ὑπομνήματα τῆς ἡμετέρας ζωῆς ἀναγινώσκεται, καὶ πολλὰ περὶ τῶν βιβλίων τούτων φασὶν οἱ προφῆται. Καὶ ὁ μὲν Μωϋσῆς φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψας· ὁ δὲ Χριστὸς πάλιν πρὸς τοὺς μαθητὰς ἔλεγεν· Ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν ὁ προφήτης ∆αυΐδ· Ἐν