1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

8

τῷ βιβλίῳ σου πάντες γραφήσονται, ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς· καὶ πάλιν· Ἐξαλειφθήτωσαν ἐκ βιβλίου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Ὁρᾷς ὅτι οἱ μὲν ἐξαλείφονται, οἱ δὲ ἐγγράφονται; βούλει μαθεῖν, ὅτι 50.462 οὐχ οἱ δίκαιοι ἐγγράφονται ἐν ταῖς βίβλοις ἐκείναις μόνον, ἀλλὰ καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐκεῖ ἐγγέγραπται; Ἑορτῆς καιρὸς, μάθωμεν περὶ πραγμάτων δυναμένων ἀπαλλάξαι ἡμᾶς τῆς κολάσεως· φοβερὸς ὁ λόγος, ἀλλὰ καὶ χρήσιμος καὶ λυσιτελής· ἀπαλλάττει γὰρ τῆς πείρας τῆς διὰ τῶν πραγμάτων· μάθωμεν τοίνυν ὅτι τὰ ἁμαρτήματα ἐγγράφεται, καὶ ὅπερ ἂν ἐνταῦθα φθεγξώμεθα, ἀναφέρεται εὐθέως ἐκεῖ καὶ ἐγγράφεται. Καὶ πόθεν δῆλον τοῦτο; οὐ γὰρ δεῖ ὑπὲρ τῶν τοιούτων ἁπλῶς ἀποφαίνεσθαι. Ὁ Μιχαίας φησὶ πρὸς Ἰουδαίους· Οὐαὶ οἱ παροξύνοντες τὸν Κύριον. Καὶ πῶς, φησὶ, παρωξύναμεν αὐτόν; Ἐν τῷ λέγειν ὑμᾶς, Πᾶς ποιῶν πονηρὸν καλὸς ἐνώπιον Κυρίου. Οἰκετῶν ἀγνωμόνων ῥήματα· καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν· ἐν τοῖς διεφθαρμένοις, φησὶν, ἐν τοῖς μὴ δεδουλευκόσιν αὐτῷ. Ἰδοὺ ἡμεῖς ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ μακαρίζομεν ἀλλοτρίους· ἡμεῖς γὰρ, φησὶ, καθ' ἑκάστην δουλεύομεν, καὶ ἕτεροι τῶν ἀγαθῶν ἀπολαύουσι.

Τοιαῦτα καὶ δοῦλοι πολλάκις περὶ τῶν δεσποτῶν λέγουσιν· ἀλλ' ἄνθρωπον μὲν περὶ ἀνθρώπου λέγειν ταῦτα, οὐχ οὕτω δεινὸν, καίπερ ὂν δεινόν· τὸ δὲ περὶ τοῦ κοινοῦ τῆς οἰκουμένης ∆εσπότου ταῦτα φθέγγεσθαι, ∆εσπότου τοῦ ἐλεήμονος καὶ φιλανθρώπου, πάσης ἂν εἴη μεῖζον καταδίκης καὶ τῆς ἐσχάτης ἄξιον τιμωρίας. Ἀλλ' ἵνα μάθῃς, ὅτι ἐγγράφεται τὰ τοιαῦτα ῥήματα, ἄκουσον τί φησιν ὁ προφήτης· Ἰδοὺ ταῦτα ἐγγέγραπται ἐν βίβλῳ ζώντων εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ἐγγράφεται δὲ, οὐκ ἐπειδὴ ὁ Θεὸς ἀναμνήσῃ τὴν ἡμέραν, ὥσπερ ἔλεγχόν τινα καὶ κατηγορίαν εἰς μέσον παράγων τὸ βιβλίον. Τάχα κατέσεισα ὑμῶν τὴν διάνοιαν τῷ φόβῳ· οὐχὶ τὴν ὑμετέραν, ἀλλὰ τὴν ἐμαυτοῦ πρότερον. Φέρε οὖν ἐκλύσω τὸν λόγον, μᾶλλον δὲ τὸν φόβον· μᾶλλον δὲ οὐκ ἐκλύσω, ἀλλὰ παραμυθήσομαι· μενέτω γὰρ καθαίρων τὴν διάνοιαν ὑμῶν· τὸ δὲ ἀφόρητον αὐτοῦ περιέλωμεν. Πῶς οὖν αὐτὸν δυνησόμεθα περιελεῖν; Ἂν δείξωμεν, ὅτι οὐκ ἐγγράφεται μόνον, ἀλλὰ καὶ ἐξαλείφεται ἁμαρτήματα. Ἐν δικαστηρίῳ γὰρ ἅπερ ἂν ἐπὶ ὑπομνημάτων ὁ δικαζόμενος φθέγξηται, πάντως ἐγγράφεται διηνεκῶς, καὶ ἐξαλειφθῆναι οὐκ ἔνι λοιπόν· ἐν ἐκείνῳ δὲ τῷ βιβλίῳ κἂν φθέγξῃ τινὰ πονηρὰ, καὶ βουληθῇς, πάλιν ἐξαλείφεται. Πόθεν δῆλον; Ἀπὸ τῆς Γραφῆς· Ἀπόστρεψον γὰρ, φησὶ, τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Οὐδεὶς δὲ ἐξαλείψει τὸ μὴ γεγραμμένον ὥστε ἐπειδὴ ἐγγεγραμμένα ἦσαν, παρακαλεῖ ἐξαλειφθῆναι. ∆ιδάσκει δὲ καὶ πῶς ἐξαλείφονται ἕτερός τις λέγων· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται αἱ ἁμαρτίαι. Οὐχὶ ἐξαλείφονται μόνον, ἀλλὰ καὶ ἀποκαθαίρονται, ὥστε μηδὲ λείψανον μένειν τῆς ἀλοιφῆς. Οὐ τὰ μετὰ τὸ βάπτισμα δὲ ἐξαλείφεται μόνον, ἀλλὰ καὶ ἃ πρὸ τοῦ λουτροῦ ἐγγέγραπτο ἐξηλείφθη πάντα ἐκεῖνα τῷ τοῦ βαπτίσματος ὕδατι καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ, καθάπερ Παῦλός φησιν, ὅτι Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ὃ ἦν ἐναντίον ἡμῶν, καὶ αὐτὸ ἦρεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ. Εἶδες πῶς ἐξηλείφθη τὸ χειρόγραφον ἐκεῖνο; καὶ οὐκ ἐξηλείφθη μόνον, ἀλλὰ καὶ διεῤῥάγη, τῶν ἥλων τοῦ 50.463 σταυροῦ σχισάντων αὐτὸ, ὥστε γενέσθαι ἄχρηστον. Ἀλλ' ἐκεῖνα μὲν χάριτι καὶ φιλανθρωπίᾳ τῆς τοῦ σταυρωθέντος Χριστοῦ ἰσχύος πάντα ἐξήλειπται· τὰ δὲ μετὰ τὸ βάπτισμα πολλῆς χρείαν ἔχει σπουδῆς, ὥστε ἐξαλειφθῆναι πάλιν. Ἐπειδὴ μηδ' ἔστι δεύτερον λουτρὸν, ἀλλὰ τῶν δακρύων δεῖται τῶν ἡμετέρων, μετανοίας, ἐξομολογήσεως, ἐλεημοσύνης, εὐχῆς, καὶ τῆς ἄλλης ἁπάσης εὐλαβείας· οὕτω καὶ μετὰ τὸ βάπτισμα ἐκκαθαίρεται ἁμαρτήματα μετὰ πόνου πολλοῦ καὶ καμάτου. Πᾶσαν τοίνυν ἐπιδειξώμεθα σπουδὴν, ὥστε αὐτὰ ἐξαλεῖψαι ἐντεῦθεν, καὶ αἰσχύνης καὶ τῆς κολάσεως ἀπαλλαγῆναι τῆς ἐκεῖ. Κἂν γὰρ μυρία ὦμεν ἡμαρτηκότες, ἂν ἐθέλωμεν