1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

ἀνεκήρυξε. Μάνθανε καὶ τῶν Σεραφὶμ τὸν ὕμνον, κραζόντων τρίτον· Ἅγιος, ἅγιος, ἅγιος. Οὐ γὰρ λέγουσιν ἅπαξ μόνον, Ἅγιος, οὔτε δεύτερον, Ἅγιος, ἅγιος, οὔτε τέταρτον, οὐδὲ λέγουσιν, Ἅγιοι, ἅγιοι, ἅγιοι· ἵνα μὴ τὸ πολυώνυμον εἰς πολυθεΐαν ἡμᾶς ἐξαγάγῃ, ἀλλ' ἓν μόνον, τρίτον δέ· Ἅγιος, ἅγιος, ἅγιος. ∆ηλοῦσι γὰρ διὰ τούτων μίαν καὶ ἴσην δοξολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἄκουε δὲ καὶ τοῦ προφήτου λέγοντος πάλιν· Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐν τῷ στόματί μου. Προδέδεικται, ὅτι Θεὸς ἦν ὁ Λόγος· Πνεῦμα γὰρ Κυρίου καὶ Λόγον καὶ Κύριον εἰπὼν κηρύττει ἀδιαίρετον Τριάδα. Ὅρα δὲ καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πάντα τὰ κτίσματα καὶ τὰ ποιήματα εἰς δοξολογίαν Θεοῦ καλοῦντας, ἥλιον, σελήνην, ἄστρα, οὐρανοὺς, ἀγγέλους, δυνάμει, ἀνθρώπους, πνεύματα, πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον καὶ νοητήν· καὶ οὐδαμοῦ ἀπηρίθμησαν Υἱὸν ἢ Πνεῦμα ἅγιον ἐν τοῖς ποιήμασιν. Ἀλλ' ἐρεῖς πάντως· Οὐκ ᾔδεισαν Πνεῦμα ἢ Υἱόν· Ἰουδαῖοι γὰρ ἦσαν· ἐλέγχῃ δὲ εὐθὺς ἀπ' αὐτῆς τῆς Γραφῆς· Ἦν γὰρ ὁ τέταρτος, φησὶν, ὡς ὁμοίωμα Υἱοῦ Θεοῦ.

Περὶ δὲ τοῦ ἁγίου Πνεύματος λέγει· Ἐξήγειρεν ὁ Θεὸς τῷ ἁγίῳ Πνεύματι παιδάριον νεώτερον, ᾧ ὄνομα ∆ανιήλ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς τόποις προκεκήρυκται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παλαιᾷ. Ἀλλ' ᾔδεισαν μὲν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τῆς μιᾶς θεότητος καὶ δυνάμεως ὄντας· ᾔδεισαν δὲ τὰ δοῦλα καλεῖν εἰς δοξολογίαν τῆς θεότητος. Ἵνα δὲ γνῷς, ὅτι οὐδὲν κτιστὸν ἐν τῇ Τριάδι ἢ ἐπείσακτον ἐπιγίνεται, προτάξας ὁ Παῦλος τὸν Πατέρα, ἐν ἄλλῳ 48.1089 τόπῳ προτάττει τὸ ἅγιον Πνεῦμα· λέγει γὰρ οὕτως· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον. Ἀνάπαλιν δέ· ∆ιαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, καὶ οὐ καθὼς ἐπιτάσσεται. Βαπτιζομένου δὲ τοῦ Υἱοῦ ὁ Πατὴρ οὐρανόθεν μαρτυρεῖ, Πνεῦμα δὲ τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατέρχεται ἐπὶ τὸν ὁμότιμον. ∆ιὰ τούτων πάντων ἓν βασίλειον νοεῖν διδασκόμεθα τῆς ἀδιαιρέτου Τριάδος. Αὐτὸς δὲ ὁ Θεὸς Λόγος, ὁ δι' ἡμᾶς ἐν ἀληθείᾳ σαρκωθεὶς, μέλλων ἀνέρχεσθαι ὅθεν οὐκ ἐχωρίσθη, λέγει τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐσφραγίσθημεν μὲν, ἀλλὰ μία σφραγὶς τῆς ἁγίας Τριάδος, ἓν βάπτισμα. Πῶς οὖν τολμᾷς ἀλλοτριῶσαι τῆς πατρῴας οὐσίας τὸν Υἱὸν, ἢ τὸ ἅγιον Πνεῦμα; Οὔτε γὰρ εἰ ἀλλότρια ὑπῆρχον, μετὰ τοῦ Πατρὸς ἐν τῷ βαπτίσματι εἶχον ἀπαριθμεῖσθαι. Τίνι γὰρ λόγῳ κατὰ τὸν σὸν λόγον, ὦ θεομάχε, εἰ κτιστὸς ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, μετὰ τοῦ Πατρὸς συμπεριλαμβάνεται; Εἰ γὰρ ἠδύνατο τὸ ὄνομα τοῦ Πατρὸς μόνον σῶσαι τὸν βαπτιζόμενον, διὰ τί τὰ κτίσματα μετ' αὐτοῦ συμπεριλαμβάνεται, ὡς ἀδυνατοῦντος τοῦ Πατρὸς μόνου σῶσαι; Μὴ γένοιτο! Εἰ οὖν ἀσθένειαν καταγγέλλει Πατρὸς, τὰ ὁμοούσια φεύγων, ἀναγκασθήσῃ ἐκ τῆς ἀληθείας σὺν ἡμῖν ὁμολογεῖν Τριάδα ἄκτιστον καὶ ὁμοούσιον καὶ παντοδύναμον. Ἀλλ' ἐρεῖς μοι περὶ τοῦ Πατρὸς, ὅτι γέγραπται, Σὲ τὸν μόνον ἀληθινὸν Θεόν. Ἀλλὰ καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ πῶς οὖν ἴσος τῷ Πατρί; τὸ γὰρ εἰπεῖν περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ἔδειξε τὸν Υἱὸν οὐ φυσικὸν, ἀλλὰ θετὸν Θεόν. Τί οὖν, ὁ πολεμῶν τὴν ἑαυτοῦ σωτηρίαν; ἐπειδὴ γέγραπται, καθὼς λέγει Ἰωάννης περὶ τοῦ Πατρὸς, ὅτι Ὁ Θεὸς φῶς ἐστι, περὶ δὲ τοῦ Υἱοῦ, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινὸν, παρὰ τοῦτο τολμᾷς ἐλάττω λέγειν τὸν Πατέρα, διὰ τὸ μὴ προσκεῖσθαι τὸ φῶς τὸ ἀληθινὸν, ἀλλὰ περὶ Υἱοῦ μόνον, Ἦν τὸ φῶς ἀληθινόν; Ὥσπερ οὖν οὐ τολμᾷς σμικρῦναι τὸν Πατέρα διὰ τὸ μὴ προσκεῖσθαι τὸ, ἀληθινόν· οὕτως ἀκούων περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, περὶ δὲ τοῦ Υἱοῦ, τὸ Θεὸς