1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

εἴ τις βασιλεὺς μέλλων τυράννῳ ἀσθενεῖ τινι συμβαλεῖν, ἐπίσταται δὲ ὅτι φεύξεται αὐτὸν, σοφίζεται δὲ δειλίαν, λέγων ταῖς δυνάμεσιν αὐτοῦ, Φύγωμεν δῆθεν ἀπὸ προσώπου αὐτοῦ, ὅπως μὴ ἀποδράσῃ ἡμᾶς, ἀλλὰ καταδιώξῃ, καὶ οὕτω στραφέντες συλλάβωμεν αὐτόν· οὕτω καὶ ὁ ∆εσπότης προεβάλλετο δειλίαν, ἵνα ἐπέλθῃ ὁ διάβολος ὡς ἀνθρώπῳ, καὶ εὕρῃ διαρείσοντα αὐτὸν, καὶ ῥυόμενον πάντας τοὺς ὑπὸ τοῦ ᾅδου κρατουμένους. Οὕτω γάρ φησιν· Ὤφθη ἄγγελος ἐνισχύων αὐτόν. Ὁ ὑπὸ ἀγγέλων προσκυνούμενος, καὶ ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πῶς ἰσχὺν παρὰ ἀγγέλου ἐλάμβανεν; Οὐκ ἰσχὺν, ἀλλὰ δοξολογίαν λέγοντος ἀγγέλου· Σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος, ∆έσποτα. Οὐδεὶς ἐπίσταται τὴν ἡμέραν ἐκείνην, ἢ τὴν ὥραν, οὔτε οἱ ἄγγελοι, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Καὶ πῶς, φησὶν, ἴσος τῷ Πατρὶ, ὁ μὴ εἰδὼς τὴν ἡμέραν ἐκείνην; ὁ ποιήσας αὐτὴν, οὐκ οἶδεν αὐτήν; Καὶ διὰ τί οὖν λέγει, Οὔτε ὁ Υἱός; Βλέπε δὲ θεωρίαν· ∆ύο γνώσεις καὶ εἰδήσεις ἐν τῇ Γραφῇ εὕροι τις ἂν, μίαν μὲν τὴν κατὰ πρᾶξιν, ἑτέραν δὲ τὴν κατὰ γνῶσιν. Ἔγνω γὰρ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, οὐχ ὡς πρότερον ἀγνοῶν· πῶς γὰρ ὁ εἰπὼν, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου; Καὶ ἔγνω Ἀβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ, καὶ ὁ Ἰακὼβ 48.1093 Λείαν καὶ Ῥαχήλ. Ἆρ' οὖν ἠγνόει αὐτὰς ὁ δι' αὐτὰς δεκατέσσαρα ἔτη δουλεύσας; Ἤδει μὲν αὐτὰς κατὰ γνῶσιν, ἐπὶ τέλει δὲ καὶ κατὰ πρᾶξιν. Ὁ οὖν Πατὴρ μὴ κρίνων τινὰ, ἀλλὰ τὴν κρίσιν ἅπασαν δεδωκὼς τῷ Υἱῷ, εἶδε τὴν ἡμέραν καὶ γνώσει καὶ πράξει· ὁ δὲ Υἱὸς ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ οὐ κρῖναι, εἶδεν αὐτὴν κατὰ γνῶσιν· ἐπειδὴ δὲ οὐδέπω ἔκρινεν, ἀγνοεῖ τὴν ἡμέραν, τὴν κατὰ πρᾶξιν γνῶσιν σημαίνων.

γʹ. Ἀλλὰ λέγει Παῦλος· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς

ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἀλλαχοῦ· Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε· καὶ Σολομών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὁρᾷς πῶς κτίσμα καὶ ποίημα ἡ Γραφὴ αὐτὸν σημαίνει; Ἀλλ' ἐλέγξει σε ἡ ἀκολουθία, ὦ θεομάχε· Πᾶς γὰρ, φησὶν, ἱερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας. Ἔλαβε γὰρ ἐξ ἡμῶν τὴν ποιητικὴν σάρκα ἀναμαρτήτως, ἣν ὑπὲρ ἡμῶν τῷ Πατρὶ προσήνεγκε θυσίαν. Κατὰ σάρκα οὖν, τῷ ποιήσαντι αὐτὸν, νόει, καὶ μὴ κατὰ τὴν θεότητα. Οὕτω καὶ, Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε. Πρὸ γὰρ οἰκονομίας ἁπανταχῆ Θεὸς κηρύσσεται, καθὼς προδέδεικται, καὶ οὐδαμοῦ τις ποίημα αὐτὸν λέγει· ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς κτιστῆς σαρκὸς λέγει, Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε· πρὸς τὴν παχύτητα τῶν ἀκροατῶν· Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με, φησίν. Ὁρᾷς ὅτι κτίσμα λέγει; Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τῶν ἑξῆς ἴωμεν· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πρῶτον μὲν, ὦ κενόδοξε, μάνθανε ὅτι Παροιμία ἡ βίβλος λέγεται· πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου δυνάμει. Καὶ γὰρ ὁ Κύριος τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ καὶ ζύμῃ καὶ κόκκῳ σινήπιος παρείκασε, καὶ ἄλλοις πολλοῖς τοσούτοις· καὶ οὐ πάντως φαμὲν τὴν βασιλείαν τι τούτων εἶναι.

Ἀλλ' οὐ περιφερόμενος λέξω· Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πῶς οὖν τὸ γεννώμενον κτίζεται, ἢ θεμελιοῦται; ἢ πῶς τὸ κτιζόμενον γεννᾶται; Εἰ γὰρ κτιστὸς, οὐ γεννητός· ἡμεῖς οὐ κτίζομεν ἃ γεννῶμεν, οὐδὲ γεννῶμεν ἃ κτίζομεν. Καὶ πῶς ἐνδέχεται τὸν ἄκτιστον Πατέρα γεγεννηκέναι Υἱὸν κτιστόν; Ἡμεῖς γὰρ κτιστοὶ ὄντες κτιστὰ γεννῶμεν· ὁ δὲ Πατὴρ ἄκτιστος ὢν, ἄκτιστον Υἱὸν ἐγέννησεν. Ἀκύλας δὲ διερμηνεύων, Ἐκτήσατό με, εἶπε. Τὸ οὖν, ἔκτισέ με, τὸ μέλλον γενέσθαι ὡς ἤδη γεγονὸς προαναφωνεῖ· καὶ γὰρ ἔθος τοῦτο τῇ Γραφῇ· ὥσπερ τὸ, Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐμὲ, φησὶν, ὃν βλέπετε κτιστὴν σάρκα ἰδίᾳ εὐδοκίᾳ ἑνώσαντα ἑαυτῷ,