1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

σὰρξ ἡμῶν ἐκ τοῦ Ἀδὰμ, ἐκ τῆς γῆς· κατὰ τοῦτο λέγει, Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἡμεῖς τῇ γῇ οὐ προσκυνοῦμεν, ἀλλὰ τῷ Θεῷ Λόγῳ τῷ ἑνώσαντι ἑαυτῷ χωρὶς ἁμαρτίας τὴν ἐκ τῆς γῆς πλασθεῖσαν τοῦ Ἀδὰμ σάρκα. Μηκέτι οὖν λέγε κτιστὸν Θεὸν τὸν Υἱόν· εἰπὲ γὰρ, ποῦ εἶπεν ὁ Πατὴρ, Ἔκτισά μοι υἱόν· ἢ ὁ Υἱὸς, ἔκτισέ με ὁ Πατήρ; Μηδὲ τὰς ἀνθρωπίνας φωνὰς τοῦ Χριστοῦ εἰς ἐλάττωσιν αὐτοῦ λάμβανε. Εἰ γὰρ τούτων λεχθέντων, καὶ τῶν ἀνθρωπίνων ἐπ' αὐτῷ δειχθέντων, ἐτόλμησάν τινες λέγειν, δοκήσει καὶ φαντασίᾳ αὐτὸν σεσαρκῶσθαι· εἰ μὴ ταῦτα ἐγεγόνει, ποῦ οὐκ εἶχον ἐξοκεῖλαι ἀσεβείας; Πᾶς οὖν ὁ ταῖς ἁγίαις Γραφαῖς πιστεύων, προσκυνείτω Τριάδα ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, παντοδύναμον, συνάναρχον, συναΐδιον καὶ ὁμοούσιον, Πατέρα, καὶ Υἱὸν, τὸν πρώην μὲν ἄσαρκον, ἐπὶ τέλει δὲ βουλήσει ἰδίᾳ ἐνανθρωπήσαντα τελείως, χωρὶς ἁμαρτίας, ἀτρέπτως καὶ ἀναλλοιώτως· γεγονὼς γὰρ ἄνθρωπος ἔμεινε τὸ εἶναι Θεός· οὐ γὰρ ἐτράπη τῆς αὐτοῦ δόξης καὶ ἀξίας· καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Τοὺς δὲ λέγοντας τρεπτὸν τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, ἢ ἀλλοιωτὸν, ἢ ἐξ ἑτέρας οὐσίας, ἢ ἐξ οὐκ ὄντων γεγονότα, ἢ ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν, ἀναθεματιζέτω αὐτοὺς ἡ καθολικὴ Ἐκκλησία. Ἐπαρκεῖ δὲ ταῦτα τῷ βουλομένῳ, κἂν ὀλίγα ὦσιν· ἅπαντα γὰρ διεξελθεῖν ἀδύνατον· ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. Οὐδὲ αὐτὸν γὰρ οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἡμεῖς δὲ οἱ ἀνάξιοι, οἱ καταξιωθέντες ὠφεληθῆναι ἐκ τῶν θείων Γραφῶν, προσκυνῶμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.