1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

ἀποστήσεσθαι· καὶ τοῦτο ἐδήλωσεν αὐτὸς εἰπών· Ὡς ἐὰν ἴδωσί σε, ἐροῦσιν, Ὅτι γυνὴ αὐτοῦ αὕτη, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Ὥστε εἰπούσης μὲν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μοιχεία καὶ φόνος ἐγίγνετο· εἰπούσης δὲ, ὅτι ἀδελφὴ, τὸ τοῦ 50.632 φόνου διεκωλύετο. Ὁρᾷς πῶς δύο μελλόντων συμβαίνειν δεινῶν, θάτερον διὰ τῆς αὐτοῦ σοφίας ἀνεῖλε; Βούλει μαθεῖν, πῶς καὶ τῆς μοιχείας τὸ ἔγκλημα κατὰ δύναμιν τὴν ἑαυτοῦ πάλιν ὑποτέμνεται, ὥστε μηδὲ μοιχὸν αὐτὸν ἀπηρτισμένον ἀφεῖναι γενέσθαι; Ἄκουσον αὐτῶν πάλιν ἀκριβῶς τῶν ῥημάτων· Εἰπὲ, φησὶν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι. Τί λέγει; Ὁ ἀδελφὴν λαμβάνων οὐκ ἔστι μοιχός· ὁ γὰρ μοιχὸς ἀπὸ τῆς προαιρέσεως κρίνεται· ἐπεὶ καὶ ὁ Ἰούδας πρὸς τὴν νύμφην τὴν ἑαυτοῦ εἰσελθὼν τὴν Θάμαρ, οὐκ ἐκρίνετο μοιχός· οὐ γὰρ ὡς πρὸς νύμφην, ἀλλ' ὡς πρὸς πόρνην εἰσῆλθε γυναῖκα. Οὕτω καὶ ἐνταῦθα ὁ Αἰγύπτιος μέλλων αὐτὴν λαμβάνειν οὐχ ὡς γυναῖκα τοῦ Ἀβραὰμ, ἀλλ' ὡς ἀδελφὴν, οὐκ ἔμελλε μοιχὸς κρίνεσθαι. Τί οὖν τοῦτο πρὸς τὸν Ἀβραὰμ, φησὶ, τὸν εἰδότα, ὅτι γυναῖκα τὴν ἑαυτοῦ ἐξεδίδου, καὶ οὐκ ἀδελφήν; Ἀλλ' οὐδὲ τοῦτο ἔγκλημα τούτου.

Εἰ μὲν γὰρ ἔμελλεν ἀκούσας, ὅτι γυνὴ αὐτοῦ ἐστιν, ἀφέξεσθαι τῆς ὕβρεως, καλῶς ἐνεκάλεις τῷ δικαίῳ· εἰ δὲ οὐδὲν ἔμελλε τὸ ὄνομα τῆς γυναικὸς προστήσεσθαι τῆς Σάῤῥας εἰς τὸ τὴν ὕβριν ἀποκρούσασθαι, καθὼς καὶ αὐτός φησιν, ὅτι Ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ ἐστιν αὕτη, καὶ περιποιήσονταί σε, πολλῷ μᾶλλον θαυμάζειν τὸν δίκαιον χρὴ ἐν τοσαύτῃ πράγματος δυσκολίᾳ δυνηθέντα καὶ αἱμάτων καθαρὸν τηρῆσαι τὸν Αἰγύπτιον, καὶ εἰς δύναμιν τὴν ἑαυτοῦ τὸ ἔγκλημα τῆς ὕβρεως παραμυθήσασθαι. Ἄγωμεν δὴ λοιπὸν τὸν λόγον καὶ ἐπὶ τὸν ἔκγονον αὐτοῦ τὸν Ἰακώβ· καὶ ὄψει κἀκεῖνον δεδοικότα καὶ τρέμοντα τὴν τελευτὴν, ἄνθρωπον ἐκ πρώτης ἡλικίας ἀποστολικὴν ἐπιδειξάμενον φιλοσοφίαν. Ὃ γὰρ Παῦλος τοῖς μαθηταῖς ἐνομοθέτει λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα, τοῦτο καὶ οὗτος ᾔτησε παρὰ τοῦ Θεοῦ εἰπών· Ἂν δῴη μοι Κύριος ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, ἀρκεῖ ἡμῖν. Ἀλλ' ὅμως καὶ οὗτος ὁ μηδὲν πλέον τῆς χρείας ζητῶν, ὁ τῆς οἰκίας ὑπεριδὼν, ὁ τὰς εὐλογίας λαβὼν, ὁ τῇ μητρὶ πεισθεὶς, ὁ τῷ Θεῷ φίλος, ὁ διὰ τῆς σοφίας βιασάμενος τὴν φύσιν δεύτερος γὰρ ὢν τῇ φύσει, πρότερος γέγονε ταῖς εὐλογίαις, ὁ τοσαῦτα δυνηθεὶς, ὁ τοσαῦτα φιλοσοφήσας, ὁ τοσαύτην εὐσέβειαν ἐπιδειξάμενος, μετὰ τοὺς μυρίους ἄθλους, μετὰ τὰ μυρία σκάμματα, μετὰ τὰ μυρία παλαίσματα καὶ τοὺς πολλοὺς στεφάνους ἐκείνους, ἐπὶ τὴν πατρίδα ἐπανιὼν, καὶ μέλλων ἐντεύξεσθαι τῷ ἀδελφῷ, καθάπερ θηρίον ὄψεσθαι μέλλων, καὶ φοβούμενος αὐτοῦ τὴν μνησικακίαν, προσπίπτει τῷ Θεῷ, καὶ παρακαλεῖ· Ἐξελοῦ με ἐκ χειρὸς Ἡσαῦ τοῦ ἀδελφοῦ μου, λέγων, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. Εἶδες πῶς καὶ οὗτος ἐδεδοίκει τὸν θάνατον; πῶς τρέμει, καὶ τὸν Θεὸν παρακαλεῖ περὶ τούτου; Βούλει σοι δείξω καὶ ἕτερον μέγαν ἄνθρωπον τὸ αὐτὸ τοῦτο πεπονθότα πάλιν; Ἐννόησον τὸν Ἠλίαν, τὴν οὐρανομήκη ψυχὴν καὶ θείαν· ἐκεῖνος γὰρ ὁ τὸν οὐρανὸν κλείσας, καὶ πάλιν ἀνοίξας, ὁ τὸ πῦρ ἄνωθεν κατενεγκὼν, ὁ τὴν θαυμαστὴν θυσίαν προσενεγκὼν, ὁ ζηλώσας ὑπὲρ τοῦ Θεοῦ, ἐκεῖνος ὁ ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὸν ἐπιδειξάμενος βίον, ὁ τῆς μηλωτῆς πλέον ἔχων οὐδὲν, ὁ 50.633 πάντων ἀνωτέρω γενόμενος τῶν ἀνθρωπίνων, οὕτω τὸν θάνατον τρέμει καὶ δέδοικεν, ὡς μετὰ πάντα ἐκεῖνα, μετὰ τὸν οὐρανὸν καὶ τὴν θυσίαν, μετὰ τὴν μηλωτὴν καὶ τὴν ἐρημίαν, καὶ τὴν φιλοσοφίαν, καὶ τὴν παῤῥησίαν τὴν τοσαύτην γύναιον εὐτελὲς φοβηθῆναι, καὶ διὰ τοῦτο φυγεῖν.

Ἐπειδὴ γὰρ εἶπεν Ἰεζάβελ· Τάδε ποιήσαιέν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, εἰ μὴ αὔριον τὴν ψυχήν σου θήσομαι ὡς τὴν ψυχὴν ἑνὸς τῶν τεθνηκότων· ἐφοβήθη Ἠλίας, φησὶ, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. γʹ. Εἶδες πῶς φοβερὸς ὁ θάνατος; Θαυμάσωμεν τοίνυν τὸν ∆εσπότην, ὅτι τὸν φοβερὸν ὄντα προφήταις,