1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

εὐκαταφρόνητον ἐποίησε γυναιξίν. Ὁ Ἠλίας ἔφυγε θάνατον, γυναῖκες κατέφυγον εἰς θάνατον· ἐκεῖνος ἀπεπήδησε τοῦ θανάτου, καὶ αὗται ἐδίωξαν θάνατον. Εἶδες πόση γέγονεν ἀθρόον ἡ μεταβολή; Οἱ περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἠλίαν ἀγωνιῶσι τὴν τελευτὴν, γυναῖκες δὲ καθάπερ πηλὸν τοῖς ποσὶν ἑαυτῶν κατεπάτησαν θάνατον. Ἀλλὰ μηδὲ ἐκείνων τῶν ἁγίων κατηγορήσωμεν· οὐκ ἔστιν αὐτῶν τὸ ἔγκλημα· τῆς φύσεως ἦν ἡ ἀσθένεια, οὐ τῆς προαιρέσεως ἡ κατηγορία. Ὁ Θεὸς τότε ἐβούλετο φοβερὸν εἶναι τὸν θάνατον, ἵνα δειχθῇ μετὰ ταῦτα τῆς χάριτος τὸ μέγεθος· φοβερὸν αὐτὸν εἶναι ἐβούλετο· καταδίκη γὰρ ἦν· διὰ τοῦτο οὐκ ἤθελε λυθῆναι τῆς καταδίκης τὴν ἀπειλὴν, ἵνα μὴ ῥᾳθυμότεροι μετὰ ταῦτα γένωνται οἱ ἄνθρωποι. Μενέτω, φησὶν, ἡ ἀπόφασις φοβοῦσα αὐτοὺς καὶ σωφρονίζουσα· ἔσται γὰρ, ἔσται καιρὸς, καθ' ὃν καὶ τῆς ἀγωνίας ἀπαλλαγήσονται ταύτης· ὃ δὴ καὶ συνέβη. Ὅτι γὰρ ἡμᾶς ἀπήλλαξε τῆς ἀγωνίας ταύτης, δηλοῦσι μὲν οἱ μάρτυρες, δηλοῖ δὲ πρὸ τῶν μαρτύρων ὁ Παῦλος. Ἤκουσας ἐν τῇ Παλαιᾷ τοῦ Ἀβραὰμ λέγοντος, ὅτι Σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσιν; ἤκουσας τοῦ Ἰακὼβ λέγοντος· Ἐξελοῦ με, Κύριε, ἐκ χειρὸς Ἡσαῦ τοῦ ἀδελφοῦ μου, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν; Εἶδες τὸν Ἠλίαν φεύγοντα γυναικὸς ἀπειλὴν διὰ τὸν θάνατον; Ἄκουσον πῶς ὁ Παῦλος περὶ τοῦ πράγματος τούτου διάκειται, εἰ φοβερὸν αὐτὸν εἶναι νομίζει καθάπερ ἐκεῖνοι, εἰ λυπεῖται ἐπιόντος αὐτοῦ, καὶ δέδοικε. Τοὐναντίον μὲν οὖν, καὶ ποθεινὸν εἶναι νομίζει τὸ πρᾶγμα· διὰ τοῦτό φησιν· Τὸ ἀναλῦσαί με καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον. Ἐκείνοις φοβερὸν, τούτῳ κρεῖσσον· ἐκείνοις ἀηδὲς, τούτῳ ἡδύ· καὶ μάλα εἰκότως· τὸ μὲν γὰρ πρότερον ὁ θάνατος εἰς τὸν ᾅδην κατῆγεν· νυνὶ δὲ ὁ θάνατος πρὸς τὸν Χριστὸν παραπέμπει. ∆ιὰ τοῦτο ὁ μὲν Ἰακώβ φησι· Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδην· ὁ δὲ Παῦλος ἔλεγε· Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναί με πολλῷ μᾶλλον κρεῖσσον.

Ταῦτα δὲ ἔλεγεν οὐ καταγινώσκων τῆς παρούσης ζωῆς μὴ γένοιτο· φυλαττώμεθα γὰρ μὴ δῶμεν χώραν ταῖς τῶν αἱρετικῶν λαβαῖς, οὐδὲ ὡς πονηρὰν φεύγων αὐτὴν, ἀλλ' ὡς κρείττονος τῆς μελλούσης ἐπιθυμῶν. Οὐ γὰρ εἶπε τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι καλὸν ἁπλῶς, ἀλλὰ κρεῖσσον· τὸ δὲ κρεῖσσον καλοῦ τινος ἔσται κρεῖσσον. Ὥσπερ γὰρ ὅταν λέγῃ ὅτι Ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ, καλὸν μὲν δείκνυσιν ὄντα τὸν γάμον, κρείσσω δὲ τὴν παρθενίαν· οὕτω δὴ καὶ ἐνταῦθα· καλὴ 50.634 μὲν ἡ παροῦσα ζωὴ, φησὶ, πολὺ δὲ βελτίων ἡ μέλλουσα. Πάλιν ἀλλαχοῦ τὰ αὐτὰ δὴ ταῦτα φιλοσοφῶν ἔλεγεν· Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ, καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετε. Τί φῄς; ἀποθνήσκεις, Παῦλε, καὶ κοινωνοὺς καλεῖς τῆς ἡδονῆς τοὺς ἀνθρώπους; τί γέγονεν, εἰπέ μοι; Οὐκ ἀποθνήσκω, φησὶν, ἀλλ' ἐπὶ τὴν μείζονα ἀναβαίνω ζωήν. Καθάπερ οὖν ἄνθρωποι ἀρχὴν λαμβάνοντες πολλοὺς καλοῦσι τοὺς κοινωνήσοντας αὐτοῖς τῆς εὐφροσύνης, οὕτω καὶ Παῦλος ἐπὶ τὸν θάνατον ἰὼν, ἐκάλει τοὺς συνησθησομένους αὐτῷ. Ἀνάπαυσις γάρ ἐστιν ὁ θάνατος, καὶ πόνων ἀπαλλαγὴ, καὶ ἱδρώτων ἀντίδοσις, καὶ ἀμοιβὴ παλαισμάτων καὶ στέφανος. ∆ιὰ τοῦτο παρὰ μὲν τὴν ἀρχὴν ἐπὶ τοῖς νεκροῖς κοπετοί τινες ἐγίγνοντο καὶ θρῆνοι, νῦν δὲ ψαλμοὶ καὶ ὑμνῳδίαι. Ἔκλαυσαν γοῦν τὸν Ἰακὼβ τεσσαράκοντα ἡμέρας, ἔκλαυσαν καὶ τὸν Μωϋσῆν ἑτέρας τοσαύτας οἱ Ἰουδαῖοι, καὶ ἐκόψαντο, ἐπειδὴ θάνατος τότε ὁ θάνατος ἦν· νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ ὑμνῳδίαι καὶ εὐχαὶ καὶ ψαλμοὶ, δηλούντων ἁπάντων, ὅτι ἡδονὴν ἔχει τὸ πρᾶγμα· οἱ γὰρ ψαλμοὶ εὐθυμίας σύμβολον· Εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω. Ἐπεὶ οὖν εὐθυμίας ἐσμὲν πεπληρωμένοι, διὰ τοῦτο ψάλλομεν ἐπὶ τοῖς νεκροῖς ψαλμοὺς θαῤῥεῖν ὑπὲρ τῆς τελευτῆς παρακελευομένους. Ἐπίστρεψον γὰρ, φησὶ, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ὁρᾷς εὐεργεσίαν ὄντα τὸν θάνατον