1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

καὶ ἀνάπαυσιν; ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν ἐκείνην, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

δʹ. Καὶ περὶ μὲν τοῦ θανάτου τοσαῦτα· φέρε δὴ λοιπὸν ἐπὶ τὸ ἐγκώμιον τῶν

μαρτύρων ἴωμεν, εἰ μὴ ἀπεκάμετε πρὸς τὴν ἀκρόασιν· καὶ γὰρ καὶ ταῦτα ἀπὸ τοῦ τῶν μαρτύρων ἐγκωμίου τὴν ὑπόθεσιν ἔλαβε· μικρὸν δὲ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν ἀναγκαῖον. Πόλεμος ἀνεῤῥιπίσθη ποτὲ κατὰ τῆς Ἐκκλησίας χαλεπὸς, πολέμων ἁπάντων βαρύτατος· διπλοῦς γὰρ οὗτος ὁ πόλεμος ἦν· ὁ μὲν ἔσωθεν, ὁ δὲ ἔξωθεν· ὁ μὲν παρὰ τῶν οἰκείων, ὁ δὲ παρὰ τῶν πολεμίων· ὁ μὲν παρὰ τῶν ἀλλοτρίων, ὁ δὲ παρὰ τῶν γνωρίμων. Καίτοι εἰ καὶ ἁπλοῦς ὁ πόλεμος ἦν, ἀφόρητον ὑπῆρχε τὸ κακὸν, καὶ εἰ ἔξωθεν προσέβαλλε μόνον, μέγα τῶν δεινῶν τὸ μέγεθος ἦν· νυνὶ δὲ διπλοῦς ἦν οὗτος, καὶ τοῦ παρὰ τῶν ἔξωθεν ὁ παρὰ τῶν οἰκείων χαλεπώτερος. Τὸν μὲν γὰρ ὡμολογημένον ἐχθρὸν ῥᾳδίως φυλάττεσθαι δυνατόν· ὁ δὲ φίλου μὲν ἔχων προσωπεῖον, τὰ δὲ ἐχθρῶν διατιθεὶς, δυσάλωτος τοῖς ἐπιβουλευομένοις ἐστί. ∆ιπλοῦς τοίνυν τότε ὁ πόλεμος ἦν, ὁ μὲν ἐμφύλιος, ὁ δὲ παρὰ τῶν ἔξωθεν ἐπιών· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἑκάτερος ὁ πόλεμος ἐμφύλιος ἦν.

Καὶ γὰρ οἱ ἔξωθεν προσβάλλοντες δικασταὶ καὶ ἄρχοντες καὶ στρατιῶται οὐκ ἀλλόφυλοί τινες ἦσαν, καὶ βάρβαροι, καὶ ἄλλης ἀρχῆς καὶ βασιλείας, ἀλλὰ τοῖς αὐτοῖς διοικούμενοι νόμοις, τὴν αὐτὴν πατρίδα οἰκοῦντες, τῆς αὐτῆς μετέχοντες πολιτείας. Ὁ μὲν οὖν ἐμφύλιος ἦν ὁ παρὰ τῶν δικαστῶν, ὁ δὲ χαλεπώτερος ὁ παρὰ τῶν συγγενῶν, ὁ καινὸς καὶ παράλογος καὶ πολλῆς γέμων ὠμότητος. Καὶ γὰρ ἀδελφοὺς ἀδελφοὶ παρεδίδοσαν, καὶ πατέρες 50.635 τέκνα, καὶ ἄνδρες γυναῖκας, καὶ πάντα τὰ τῆς συγγενείας ἐπατεῖτο δίκαια, καὶ πᾶσα ἡ οἰκουμένη ἀνάστατος ἦν, καὶ οὐδεὶς οὐδένα τότε ἐπεγίνωσκεν· ἐκράτει γὰρ ὁ διάβολος μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ἐν ἐκείνῳ τοίνυν τῷ θορύβῳ καὶ τῷ πολέμῳ αἱ γυναῖκες αὗται, εἴ γε γυναῖκας αὐτὰς χρὴ καλεῖν· καὶ γὰρ ἐν γυναικείῳ σώματι ἀνδρῶν ἐπεδείξαντο φρόνημα, μᾶλλον δὲ οὐκ ἀνδρῶν ἐπεδείξαντο φρόνημα μόνον, ἀλλὰ καὶ αὐτὴν ὑπερέβησαν τὴν φύσιν, καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις τὴν ἅμιλλαν ἔθεντο· αὗται τοίνυν αἱ γυναῖκες ἀφεῖσαι πόλιν καὶ οἰκίαν καὶ συγγενεῖς πρὸς τὴν ἀλλοτρίαν μετετάξαντο. Ὅταν γὰρ, φησὶν, ὁ Χριστὸς ἀτιμάζηται, μηδὲν ἡμῖν ἔστω τίμιον μηδὲ ἀναγκαῖον· διὰ τοῦτο πάντα ἀφεῖσαι ἐξῆλθον. Καὶ καθάπερ οἰκίας ἐν μέσῃ νυκτὶ πυρπολουμένης, οἱ καθεύδοντες ἔνδον, ἐπειδὰν αἴσθωνται τοῦ θορύβου, ταχέως ἐξαλλόμενοι τῆς κλίνης ἐκπηδῶσι τῶν προθύρων τῆς οἰκίας, οὐδὲν τῶν ἔνδον λαβόντες· ἓν γὰρ μόνον σπουδάζουσιν, ὅπως τὸ σῶμα τὸ ἑαυτῶν προεξαρπάσωσι τῆς φλογὸς, καὶ τὸν τοῦ πυρὸς φθάσωσι δρόμον μετὰ πολλῆς ἐπιόντα τῆς ταχύτητος· οὕτω δὴ καὶ αὗται ἐποίησαν. Ἰδοῦσαι γὰρ τὴν οἰκουμένην ἅπασαν ἐμπυριζομένην, εὐθέως ἐξεπήδησαν, καὶ ἐξήλαντο τῶν προθύρων τῆς πόλεως, ἓν μόνον ζητοῦσαι, τὴν σωτηρίαν τῆς ἑαυτῶν ψυχῆς παντὶ τρόπῳ διαφυλάξαι. Καὶ γὰρ ἐμπρησμὸς τότε χαλεπὸς ἦν καὶ σκότος ἐκράτει βαθὺ, σκότος τοῦ νυκτερινοῦ τούτου ζοφωδέστερον· καὶ διὰ τοῦτο καθάπερ ἐν σκότῳ τοὺς φίλους ἠγνόουν οἱ φίλοι, καὶ ἄνδρες παρεδίδοσαν γυναῖκας· διὰ τοῦτο τοὺς μὲν ἐχθροὺς παρέτρεχον, τοῖς δὲ φίλοις καὶ τοῖς οἰκείοις προσεῤῥήγνυντο, καὶ νυκτομαχία τις ἦν χαλεπὴ, καὶ πολλοῦ θορύβου τὰ πράγματα ἔγεμε.

Τότε τοίνυν ἐξῆλθον αὗται τὴν πατρίδα ἀφεῖσαι, καὶ τὸν πατριάρχην ζηλώσασαι τὸν Ἀβραὰμ, πρὸς ὃν εἴρητο· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου. Καὶ γὰρ καὶ ταύταις ὁ τοῦ διωγμοῦ καιρὸς ταῦτα παρῄνει, ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας, ὥστε κληρονομῆσαι τὸν οὐρανόν. Ἐξῄει τοίνυν ἐκ τῆς οἰκίας ἡ γυνὴ δύο μεθ' ἑαυτῆς ἔχουσα θυγατέρας. Σὺ δὲ μὴ παραδράμῃς ἁπλῶς