1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

ἀκούων, ὅτι ἐξῆλθον γυναῖκες ἐλευθερίως ἀνατραφεῖσαι, μηδέποτε πεῖραν λαβοῦσαι τῶν δεινῶν τούτων, ἀλλὰ ἀναλόγισαι τῇ διανοίᾳ ὅσον ἦν τὸ κακὸν, ὅσην ἔχει τὸ πρᾶγμα δυσκολίαν. Εἰ γὰρ ἄνθρωποι σύμμετρον ἀποδημίαν στελλόμενοι, ὑποζυγίων εὐποροῦντες, διακόνους ἔχοντες, μετὰ ἀδείας ὁδεύοντες, κύριοι τῆς ἐπανόδου ὄντες, πολλῶν αἰσθάνονται τῶν μοχθηρῶν, πολλὴν ὑπομένουσι ταλαιπωρίαν· ὅπου γυνὴ, καὶ παρθένοι, καὶ διακόνων ἐρημία, καὶ φίλων προδοσία, καὶ θόρυβος, καὶ ταραχὴ, καὶ φόβος ἀφόρητος, καὶ κίνδυνος ἐν αὐταῖς ποικίλος, καὶ περὶ ψυχῆς ὁ δρόμος, καὶ παντάχοθεν οἱ πολέμιοι, ποῖος λόγος τὰ ἀγωνίσματα τῶν γυναικῶν παραστῆσαι δυνήσεται, τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν; Εἰ γὰρ μόνη ἐξῆλθεν ἡ μήτηρ, οὐκ ἦν καὶ οὕτως ἀφόρητος ὁ ἀγών· νυνὶ δὲ καὶ τὰς θυγατέρας ἐπήγετο, καὶ ταύτας παρθένους· ὥστε διπλῆ ἡ ἀγωνία, καὶ πολλὴ τῆς φροντίδος ἡ προσθήκη· ὅσῳ γὰρ μέγα τὸ κτῆμα, τοσούτῳ δυσκολωτέρα ἡ φυλακή. Ἐξῄει τοίνυν παρθένους ἔχουσα, καὶ οὐκ ἔχουσα κατακρύψαι αὐτὰς ἐν 50.636 θαλάμοις· καίτοι ἴστε, ὅτι καὶ θάλαμοι καὶ γυναικωνίτιδες, καὶ θύραι, καὶ μοχλοὶ, καὶ φύλακες, καὶ προφύλακες, καὶ θεραπαινίδες, καὶ τιθηνοὶ, καὶ μητρὸς προσεδρία, καὶ πατρὸς πρόνοια, καὶ πολλὴ παρὰ τῶν γονέων ἐπιμέλεια γίνεται, ὥστε διατηρηθῆναι τὸ τῆς παρθενίας ἄνθος, καὶ μόλις οὕτω διασώζεται· ἐκείνη δὲ πάσης ταύτης τῆς φυλακῆς ἔρημος ἦν· πῶς οὖν αὐτὰς διασῶσαι εἶχεν; Ἐκ τῆς τῶν θείων νόμων φυλακῆς. Οὐκ εἶχε στέγην περιβάλλουσαν, ἀλλ' εἶχε τὴν κραταιὰν χεῖρα ἄνωθεν σκέπουσαν· οὐκ εἶχε θύραν οὐδὲ μοχλὸν, ἀλλ' εἶχε τὴν ἀληθινὴν θύραν ἀποτειχίζουσαν τὴν ἐπιβουλήν. Καὶ καθάπερ ἐν μέσοις τοῖς Σοδόμοις ἐπολιορκεῖτο μὲν ἡ τοῦ Λὼτ οἰκία, οὐδὲν δὲ ἔπασχε δεινόν· ἀγγέλους γὰρ εἶχεν ἔνδον· οὕτω δὴ καὶ αἱ μάρτυρες αὗται μεταξὺ Σοδόμων καὶ πάντων τῶν πολεμίων οὖσαι, καὶ πολιορκούμεναι πανταχόθεν, οὐδὲν ἔπασχον δεινόν· τὸν γὰρ τῶν ἀγγέλων ∆εσπότην εἶχον ἐν ταῖς αὐτῶν οἰκοῦντα ψυχαῖς· καὶ εἰς τὴν ὁδὸν ἐλθοῦσαι τὴν ἔρημον οὐδὲν ἔπαθον· εἶχον γὰρ τὴν ἀληθινὴν ὁδὸν τὴν πρὸς οὐρανὸν αὐτὰς ἄγουσαν. ∆ιὰ τοῦτο ἐν τοσούτῳ πολέμῳ, καὶ θορύβῳ, καὶ κύμασιν ἀπειλημμέναι μετὰ ἀσφαλείας ἐβάδιζον· καὶ τὸ θαυμαστὸν, ὅτι διὰ τῶν λύκων τὰ πρόβατα ἤγετο, διὰ τῶν λεόντων αἱ ἀμνάδες ἐχώρουν, καὶ οὐδεὶς αὐτὰς εἶδεν ἀκολάστοις ὀφθαλμοῖς, ἀλλ' ὥσπερ τοὺς Σοδομίτας ἐγγὺς τῆς θύρας ἐστηκότας οὐκ ἠφίει τὴν εἴσοδον ὁρᾷν ὁ Θεὸς, οὕτω καὶ τότε τὰς πάντων ἐτύφλωσεν ὄψεις, ὥστε μὴ προδοθῆναι τὰ παρθενικὰ σώματα.

εʹ. Πορεύονται τοίνυν εἰς πόλιν Ἔδεσσαν λεγομένην, πόλιν ἀγροικοτέραν

μὲν τῶν πολλῶν, εὐσεβεστέραν δέ· τί γὰρ ἐκείνης τῆς πόλεως ἴσον εἶναι ἐνόμισαν ἐν τοσούτῳ κλυδωνίῳ καταφυγὴν εὑρεῖν, καὶ ἐν τοιούτῳ χειμῶνι λιμένα ἔχειν; Καὶ δέχεται ἡ πόλις τὰς ξένας, ξένας μὲν τῆς γῆς, πολίτιδας δὲ τῶν οὐρανῶν· καὶ δεξαμένη τὴν παρακαταθήκην ἐφύλαττεν. Ἀλλὰ μηδεὶς τῶν γυναικῶν ἀσθένειαν καταγιγνωσκέτω, ὅτι ἔφυγον· πρόσταγμα γὰρ ἐπλήρουν δεσποτικὸν τὸ λέγον· Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶν, ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν· ὅπερ καὶ αὗται ἀκούσασαι ἔφυγον, καὶ τέως εἷς αὐταῖς ἐπλέκετο στέφανος· ποῖος δὴ οὗτος; Ὁ τῆς τῶν παρόντων ἁπάντων ὑπεροψίας. Ὅστις γὰρ ἀφῆκεν ἀδελφοὺς καὶ ἀδελφὰς, ἢ πατρίδα, ἢ οἰκίαν, ἢ φίλους, ἢ συγγενεῖς, ἑκατονταπλασίονα λήψεται, φησὶ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ἦσαν ἐκεῖ τὸν Χριστὸν ἔχουσαι σύνοικον. Εἰ γὰρ ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ αὐτῶν ἐστιν, ὅπου οὐχὶ συνηγμέναι ἦσαν μόνον, ἀλλὰ καὶ διὰ τὸ ὄνομα αὐτοῦ φεύγουσαι, πῶς οὐ μᾶλλον αὐτοῦ τὴν βοήθειαν ἐπεσπῶντο; Ἐκεῖ τοίνυν διατριβουσῶν τῶν γυναικῶν ἐξαίφνης ἐπιτάγματα πονηρὰ πανταχοῦ κατεπέμπετο πολλῆς γέμοντα τυραννίδος καὶ ὠμότητος βαρβαρικῆς· οἱ γὰρ οἰκεῖοι τοὺς οἰκείους παραδιδότωσαν, φησὶν, ἄνδρες τὰς γυναῖκας, πατέρες τὰ τέκνα, τέκνα τοὺς πατέρας, ἀδελφοὶ τοὺς ἀδελφοὺς, φίλοι τοὺς φί 50.637 λους.