1

 2

 3

 4

3

μαντεύσασθαί τι περὶ τῶν μελλόντων αὐτῷ. Τί οὖν ὁ μάντις, ὁ μέγας τῶν Ἑλλήνων θεός; Νεκροί με κωλύουσι φθέγγεσθαι, φησίν· ἀλλὰ ἀνάῤῥηξον τὰς θήκας, ἀνόρυξον τὰ ὀστᾶ, μετάστησον τοὺς νεκρούς. Τί τούτων ἀνοσιώτερον γένοιτ' ἂν τῶν ἐπιταγμάτων; Ξένους ὁ δαίμων τυμβωρυχίας εἰσάγει νόμους, καὶ καινοὺς ξενηλασίας ἐπινοεῖ τρόπους. Τίς ἤκουσε νεκροὺς ἐλαυνομένους ποτέ; τίς εἶδε σώματα ἄψυχα κελευόμενα μετανίστασθαι, καθάπερ οὗτος ἐπέταττε, τοὺς κοινοὺς τῆς φύσεως ἐκ βάθρων ἀνατρέπων νόμους; Κοινοὶ γάρ εἰσι τῆς φύσεως νόμοι παρὰ πᾶσιν ἀνθρώποις, τὸν ἀπελθόντα τῇ γῇ κρύπτεσθαι, καὶ ταφῇ παραδίδοσθαι, καὶ τοῖς κόλποις τῆς πάντων μητρὸς περιστέλλεσθαι γῆς. Καὶ τούτους οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ Σκύθης, οὐκ εἴ τις ἐκείνων ἀγριώτερος ἐκίνησε τοὺς νόμους ποτὲ, ἀλλ' αἰδοῦνται, καὶ φυλάττουσιν ἅπαντες, καὶ οὕτως εἰσὶν ἱεροὶ, καὶ πᾶσιν αἰδέσιμοι. Ἀλλ' ὁ δαίμων ἐπάρας τὸ προσωπεῖον, γυμνῇ τῇ κεφαλῇ πρὸς τὰ κοινὰ τῆς φύσεως ἵσταται δόγματα· Μίασμα γὰρ, φησὶν, εἰσὶν οἱ νεκροί. Οὐχ οἱ νεκροὶ μίασμα, πονηρότατε δαῖμον, ἀλλὰ προαίρεσις πονηρὰ μύσος ἐστίν. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τὰ τῶν ζώντων μᾶλλον μεστὰ κακίας, ἢ τὰ τῶν τετελευτηκότων, εἰσὶ σώματα μιαρά· τὰ μὲν γὰρ διακονεῖται τοῖς τῆς ψυχῆς ἐπιτάγμασι· τὰ δὲ κεῖνται ἀκίνητα· τὸ δὲ ἀκίνητον καὶ πάσης αἰσθήσεως ἔρημον, καὶ κατηγορίας ἂν εἴη πάσης ἐλεύθερον. Πλὴν ἀλλ' οὐδὲ τὰ τῶν ζώντων εἴποιμι ἂν ἔγωγε σώματα εἶναι τῇ φύσει μιαρὰ, ἀλλὰ πανταχοῦ τὴν πονηρὰν καὶ διεστραμμένην προαίρεσιν ταῖς παρὰ πάντων κατηγορίαις εἶναι ὑπεύθυνον. Οὐκ ἔστι σῶμα νεκρὸν μίασμα, Ἄπολλον, ἀλλὰ τὸ κόρην διώκειν σωφρονεῖν βουλομένην, καὶ σεμνότητα διορύττειν παρθένου, καὶ τῆς ἀναισχύντου πράξεως ἀποτυχόντα θρηνεῖν, τοῦτο καὶ κατηγορίας καὶ κολάσεως ἄξιον. Πολλοὶ γοῦν παρ' ἡμῖν ἐγένοντο προφῆται θαυμαστοὶ καὶ μεγάλοι, καὶ πολλὰ περὶ τῶν μελλόντων προειπόντες, καὶ οὐδαμοῦ τοὺς ἐρωτῶντας ἐκέλευον τὰ τῶν ἀπελθόντων ἀνορύττειν ὀστᾶ· ἀλλ' ὁ μὲν Ἰεζεκιὴλ αὐτῶν τῶν ὀστῶν πλησίον ἑστὼς, οὐ μόνον οὐδὲν ἐνεποδίζετο παρ' ἐκείνων, ἀλλὰ καὶ σάρκας αὐτοῖς καὶ νεῦρα καὶ δέρματα περιθεὶς, εἰς ζωὴν ἐπανήγαγεν αὐτὰ πάλιν. Ὁ δὲ μέγας Μωϋσῆς οὐ 50.532 πλησίον ὀστῶν εἱστήκει νεκρῶν, ἀλλ' αὐτὸν ὅλον νεκρὸν ἐπιφερόμενος τὸν Ἰωσὴφ, οὕτω τὰ μέλλοντα προὔλεγε· καὶ μάλα εἰκότως. Τὰ μὲν γὰρ ἐκείνων ῥήματα Πνεύματος ἁγίου χάρις ἦν· τὰ δὲ τούτων ἀπάτη, καὶ ψεῦδος οὐδαμόθεν συσκιασθῆναι δυνάμενον. Ὅτι γὰρ σκῆψις ταῦτα, καὶ πρόφασις ἦν, καὶ τὸν μακάριον ἐδεδοίκει Βαβύλαν, δῆλον ἐξ ὧν ὁ βασιλεὺς ἔπραξε· τοὺς γὰρ ἄλλους ἅπαντας νεκροὺς ἀφεὶς, ἐκεῖνον τὸν μάρτυρα μόνον ἐκίνει. Καίτοι γε εἰ βδελυττόμενος αὐτὸν, ἀλλὰ μὴ φοβούμενος ταῦτα ἔπραττεν, ἐχρῆν κελεῦσαι συντριβῆναι τὴν λάρνακα, καταποντισθῆναι, εἰς ἐρημίαν ἀπαχθῆναι, ἑτέρῳ τινὶ ἀπωλείας ἀφανισθῆναι τρόπῳ. Τοῦτο γὰρ ἦν βδελυττομένου. Οὕτως ὁ Θεὸς ἐποίησεν, ὅτε περὶ τῶν βδελυγμάτων τῶν ἐθνῶν τοῖς Ἑβραίοις διελέγετο· συντριβῆναι τὰς στήλας αὐτῶν ἐκέλευσεν, οὐκ ἀπὸ τῶν προαστείων ἐπὶ τὰς πόλεις ἄγειν τὰ μιάσματα. γʹ. Ὁ μὲν οὖν μάρτυς ἐκινεῖτο, ὁ δὲ δαίμων οὐδὲ οὕτως ἀδείας ἀπέλαυεν· ἀλλ' εὐθέως ἐμάνθανεν, ὅτι ὀστᾶ μὲν μάρτυρος μετακινῆσαι δυνατόν ἐστιν, χεῖρας δὲ μάρτυρος διαφυγεῖν ἀδύνατον. Ὁμοῦ τε γὰρ ἡ λάρναξ ἐπὶ τὴν πόλιν εἵλκετο, καὶ κεραυνὸς ἄνωθεν ἐπὶ τὴν κεφαλὴν ἤρχετο τοῦ ξοάνου, καὶ τὰ πάντα κατέφλεγε. Καίτοι γε, εἰ καὶ μὴ πρότερον, τότε γοῦν εἰκὸς ἦν ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι εἰς τὸ μαρτύριον τοῦ μάρτυρος· ἀλλ' οὐδὲ τότε ἐτόλμησε· τοσοῦτος αὐτὸν κατεῖχε φόβος· ἀλλὰ καίτοι τὸν ἐμπρησμὸν ὁρῶν ἀφόρητον ὄντα, καὶ τὴν αἰτίαν εἰδὼς ἀκριβῶς, ἡσύχαζε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τὸ μαρτύριον οὐ κατέσκαψεν, ἀλλ' ὅτι μηδὲ τὴν στέγην ἐπιθεῖναι