1

 2

 3

 4

4

πάλιν τῷ ναῷ οὐκ ἐτόλμησεν. Ἤδει γὰρ, ᾔδει θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐδεδοίκει μὴ περαιτέρω τι διανοηθεὶς, ἐπὶ τὴν οἰκείαν ἐκεῖνο καλέσῃ τὸ πῦρ κεφαλήν. ∆ιὰ τοῦτο ἠνείχετο εἰς τοσαύτην ἐρημίαν κατενεχθέντα τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁρῶν. Οὐδὲ γὰρ ἄλλη τις ἦν αἰτία, δι' ἣν οὐ διώρθωσε τὸ γεγενημένον, ἀλλ' ἢ φόβος μόνον δι' ὃν ἄκων ἡσύχαζε, καὶ ταῦτα εἰδὼς, ὅσον μὲν ὄνειδος καταλείπει τῷ δαίμονι, ὅσον δὲ κόσμον τῷ μάρτυρι. Καὶ γὰρ ἑστήκασιν οἱ τοῖχοι νῦν ἀντὶ τροπαίων, σάλπιγγος λαμπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ ∆άφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤῥωθεν ἀφικνουμένοις, τοῖς συνοῦσι, τοῖς αὖθις ἐσομένοις ἀνθρώποις ἅπαντα διηγοῦνται διὰ τῆς ὄψεως, τὴν πάλην, τὴν συμπλοκὴν, τὴν νίκην τοῦ μάρτυρος. Τὸν γὰρ πόῤῥωθεν ἀφιστάμενον τοῦ προαστείου, καὶ τὸ μὲν μαρτύριον τοῦ ἁγίου τῆς λάρνακος ἔρημον, τὸν δὲ ναὸν τοῦ Ἀπόλλωνος τὴν στέγην ἀφηρημένον ὁρῶντα, εἰκὸς τὴν αἰτίαν τούτων ἑκατέρων ζητεῖν· εἶτα πᾶσαν μαθόντα τὴν ἱστορίαν, οὕτως ἀπελθεῖν ἐκεῖθεν. Τοιαῦτα τοῦ μάρτυρος τὰ κατορθώματα, τὰ μετὰ τὴν τελευτήν. ∆ιὸ καὶ τὴν ὑμετέραν μακαρίζω πόλιν, ὅτι πολλὴν περὶ τὸν ἅγιον τοῦτον ἐπεδείξασθε τὴν σπουδήν. Καὶ γὰρ τότε, ἡνίκα ἀπὸ τῆς ∆άφνης ἐπανῄει, πᾶσα μὲν ἡμῖν ἡ πόλις εἰς τὴν ὁδὸν ἐξεχύθη, καὶ κεναὶ μὲν αἱ ἀγοραὶ ἀνδρῶν, κεναὶ δὲ γυναικῶν ἦσαν αἱ οἰκίαι, ἔρημοι δὲ παρθένων οἱ θάλαμοι. Οὕτω καὶ ἡλικία πᾶσα, καὶ φύσις ἑκατέρα 50.533 τῆς πόλεως ἐξεπήδησαν, ὥσπερ πατέρα ἀποληψόμενοι χρόνιον, ἐκ μακρᾶς ἐπανιόντα τῆς ἀποδημίας, Καὶ ὑμεῖς μὲν αὐτὸν τῷ τῶν ὁμοζήλων ἀπεδώκατε χορῷ· ἡ δὲ τοῦ Θεοῦ χάρις οὐκ εἴασεν ἐκεῖ διηνεκῶς μεῖναι, ἀλλὰ πάλιν αὐτὸν τοῦ ποταμοῦ πέραν μετέστησεν, ὥστε πολλὰ τῶν χωρίων τῆς εὐωδίας ἐμπλησθῆναι τοῦ μάρτυρος. Καὶ οὐδὲ ἐνταῦθα ἐλθὼν μόνος ἔμελλεν ἔσεσθαι, ἀλλὰ ταχέως γείτονα καὶ ὁμόσκηνον τὸν ὁμότροπον ἔλαβε, Καὶ γὰρ τῆς ἀρχῆς ἐκοινώνησεν αὐτῷ τῆς αὐτῆς, καὶ παῤῥησίαν ἴσην ἐπεδείξατο τῆς εὐσεβείας ἕνεκεν. ∆ιὸ καὶ τὴν σκηνὴν ἔλαχεν αὐτῷ τὴν αὐτὴν, οὐ μάτην, ὡς ἔοικεν, ὁ θαυμαστὸς οὗτος τοῦ μάρτυρος ζηλωτής. Τοσοῦτον γὰρ ἐπόνει τὸν χρόνον ἐκεῖ, βασιλεῖ συνεχῶς ἐπιστέλλων, ἄρχοντας ἐνοχλῶν, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰσφέρων τῷ μάρτυρι. Ἴστε γὰρ δήπου, καὶ μέμνησθε, ὅτι μὲν θέρους τῆς ἀκτῖνος μέσης κατεχούσης τὸν οὐρανὸν, μετὰ τῶν προσεδρευόντων αὐτῷ, καθ' ἑκάστην ἐβάδιζεν ἐκεῖ τὴν ἡμέραν, οὐχ ὡς θεατὴς μόνον, ἀλλὰ καὶ ὡς κοινωνὸς τῶν γινομένων ἐσόμενος. Καὶ γὰρ λίθου συνεφήψατο πολλάκις, καὶ σχοῖνον 50.534 εἵλκυσε, καὶ οἰκοδομίας δεομένῳ τινὸς, πρὸ τῶν ὑπουργούντων ὑπήκουσεν· ᾔδει γὰρ, ᾔδει πόσοι τούτων αὐτῷ κείσονται οἱ μισθοί. Καὶ διὰ τοῦτο διετέλει θεραπεύων τοὺς μάρτυρας, οὐκ οἰκοδομαῖς μόνον λαμπραῖς, οὐδὲ ἐπαλλήλοις ἑορταῖς, ἀλλὰ τῷ βελτίονι τούτων τρόπῳ. Τίς δέ ἐστιν οὗτος; Μιμεῖται τὸν βίον αὐτῶν, ζηλοῖ τὴν ἀνδρείαν, διὰ πάντων κατὰ δύναμιν τὴν εἰκόνα διασώζει τῶν μαρτύρων ἐν ἑαυτῷ· ὅρα γάρ· Ἐπέδωκαν ἐκεῖνοι τὰ σώματα τῇ σφαγῇ· ἐνέκρωσεν οὗτος τὰ μέλη τῆς σαρκὸς τὰ ἐπὶ τῆς γῆς· ἔστησαν ἐκεῖνοι πρὸς φλόγα πυρὸς, ἔσβεσεν οὗτος τῆς ἐπιθυμίας τὴν φλόγα· ἐμαχήσαντο πρὸς ὀδόντας θηρίων ἐκεῖνοι, ἀλλὰ καὶ οὗτος τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν παθῶν, τὴν ὀργὴν ἐκοίμισεν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι καὶ μάρτυρας οὕτω γενναίους ἡμῖν ἐχαρίσατο, καὶ ποιμένας μαρτύρων ἀξίους, εἰς καταρτισμὸν τῶν ἁγίων, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.