1

 2

 3

 4

 5

 6

4

ἀγορὰ, καὶ πόλεμοι καὶ μάχαι καὶ παρατάξεις· ἐπὶ δὲ τῶν παλαισμάτων τῆς εὐσεβείας κοινὸν τὸ στάδιον, κοινὰ τὰ παλαίσματα· ὁμοίως καὶ γυναῖκες ἀποδύονται, καὶ οὐκ ἐκβάλλονται τοῦ ἀγῶνος, ἀλλὰ καὶ παρατάσσονται καὶ στεφανοῦνται καὶ ἀναγορεύονται, καὶ ἀριστείας ἔχουσιν ἔπαθλα καὶ βραβεῖα καὶ στεφάνους, καὶ τρόπαια δὲ παρ' ἐκείναις λαμπρὰ, καὶ νῖκαι συνεχεῖς καὶ ἐπάλληλοι. Καὶ ἵνα μὴ κόμπον νομίσητε εἶναι ταυτὶ τὰ ῥήματα μηδὲ ψόφον ῥημάτων, ἀλλ' εἰδῆτε σαφῶς ὅτι οὐκ ἀνδρῶν μόνον εἰσὶν ἀνδρειότεραι γυναῖκες, ἀλλὰ καὶ πρὸς αὐτὴν, ὡς εἰπεῖν, τῶν ἀγγέλων τὴν ἀπάθειαν κατὰ τὸ ἐγχωροῦν μεθορμίζονται, ἀγέσθω εἰς μέσον ἡ γυνὴ μὲν τὴν φύσιν, τῶν οὐρανῶν δὲ ἁψαμένη τῷ τόνῳ τῆς φιλοσοφίας, ἡ τῶν Μακκαβαίων μήτηρ, ἡ δὶς ἑπτὰ ἀναδησαμένη στεφάνους, καὶ ὃν βούλει στρατιώτην ἀριστέα, πολεμικώτατον, ἀνδρειότατον, μεγαλοψυχότατον, ἄγε εἰς μέσον τῷ λόγῳ, καὶ τοσοῦτον ὄψει τὴν γυναῖκα ὑψηλοτέραν, ὅσον τῆς γῆς ἀφεστήκασιν αἱ τῶν οὐρανῶν ἁψῖδες. Ὁ μὲν γὰρ στρατιώτης καὶ ἀριστεὺς μίαν δέδοικε πληγὴν, καὶ τὴν σύντομον ἐξ αὐτῆς τελευτὴν μόνον· αὕτη δὲ ἑστήκει καθάπερ ὅρος μεταλλευομένη, καθ' ἕκαστον παιδίον χαλεπωτέρας ὑπομένουσα ὀδύνας ἐν τῇ ψυχῇ τῶν βασάνων ὧν ἐκεῖνοι ταῖς πλευραῖς ἐδέχοντο· καὶ γὰρ μήτηρ ἦν, καὶ χήρα, καὶ εἰς ἔσχατον ἐληλακυῖα γῆρας· ἴστε δὲ ταῦτα ὅσοι πατέρες ἐγένεσθε, καὶ ὅσαι παίδων ὠδῖνας ἐλύσατε, πῶς κέντρου παντός ἐστι χαλεπώτερα. Καὶ οὐδὲν οὕτω βέλος ὀξὺ δριμεῖαν ἐπάγει τοῖς τραυματιζομένοις ὀδύνην, ὡς τούτων ἕκαστον τὴν ἐκείνης κατεκέντει ψυχήν. Ἐννόησον γὰρ ἡλίκον ἦν καθ' ἕκαστον τῶν παίδων ὁρᾷν σιδήρῳ καὶ πυρὶ σῶμα μεριζόμενον ἓν, καὶ μακροὺς τιθεμένους τοὺς διαύλους· πῶς ἑώρα, πῶς ἤκουε, πῶς ἐδέχετο τὴν κνῖσσαν τὴν ἀπὸ τῶν σωμάτων ἐκείνων, μυρίους θανάτους ἑκάστῳ τῶν παίδων ἐπαγομένους βλέπουσα. Ἀλλ' ἡ μὲν εἰστήκει καθάπερ πέτρα ἀκίνητος, οὐ σαλευομένη ὑπὸ τῶν κυμάτων, ἀλλὰ τὰ κύματα εἰς ἀφρὸν διαλύουσα, ὡς σίδηρος, ὡς ἀδάμας· μᾶλλον δὲ, ὅπερ ἂν εἴπω, οὐκ ἔχω τῇ καρτερίᾳ τῆς γυναικὸς ἀξίαν ἐπιθεῖναι προσηγορίαν. Ταύτην οὖν γυναῖκα ἐροῦμεν ἢ ἄνδρα δὲ ὅλως, ἀλλ' οὐχὶ καὶ ἀνδρῶν αὐτῶν ὑψηλοτέραν ἐκ πολλῆς τῆς περιουσίας; Τί δὲ, ὅταν ἴδῃς ἑτέραν ἐκ πρώτης ἡλικίας ἐν ἁπαλῷ σώματι νύκτας ἀΰπνους διάγουσαν, ἡμέρας ἀσίτους, γαστρὸς ἐπιθυμίαν 63.489 ἄγχουσαν, χρημάτων ἔρωτα χαμαὶ ῥίπτουσαν, νεκροῦσαν τὸ σῶμα, σταυροῦσαν τὴν σάρκα, οὐδὲν τὰ παρόντα ἡγουμένην, χαμαὶ βαδίζουσαν καὶ αὐτῶν ἁπτομένην τῶν ἁψίδων, καταπατοῦσαν δυναστείαν, καταγελῶσαν δόξης, διαπτύουσαν περιφάνειαν, ἀντὶ λεπτῆς ὀθόνης σάκκον περιβεβλημένην, κλοιὰ περικειμένην, σποδὸν ὑποστρωσαμένην, εὐνῇ τῷ ἐδάφει χρωμένην, καὶ μηδὲν πλέον αἰτουμένην, ἐν δωματίῳ κατακεκλεισμένην στενῷ, προφήταις ὁμιλοῦσαν, βίον θανάτου μελέτην ἔχοντα μεταχειριζομένην, πρὸ τῆς τελευτῆς νενεκρωμένην, λιμῷ καὶ ἀγρυπνίᾳ καὶ αὐχμῷ κατατηκομένην, καὶ τοῦ παρόντος βίου τὰς φαντασίας φύλλων σηπομένων μᾶλλον ἀτιμάζουσαν· ταύτην γυναῖκα προσερεῖς, εἰπέ μοι; ἀλλ' οὐχὶ καὶ τῆς τάξεως τῶν ἀνδρῶν αὐτὴν ἀπαλλάξας εἰς τὸν τῶν ἀγγέλων στήσεις χορὸν, ὅτι ἐν γυναικείᾳ φύσει τοσαύτην ἐπιδείκνυται φιλοσοφίαν; δʹ. Καὶ τίς ἀντερεῖ πρὸς ταῦτα; οὐκ ἔστιν οὐδείς. Ἄκουσον οἷαι καὶ ἐπὶ τῶν ἀποστόλων ἦσαν γυναῖκες· ἄκουσον Παύλου Ῥωμαίοις ἐπιστέλλοντος καὶ λέγοντος· Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἥτις προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. Τί λέγεις, ὦ Παῦλε; γυνὴ σοῦ προστάτις ἐγένετο, καὶ οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς ταῦτα λέγων; Οὐκ αἰσχύνομαι, φησὶν, ἀλλὰ καὶ ἐγκαλλωπίζομαι· καὶ ὁ ∆εσπότης ὁ ἐμὸς οὐκ ἐπῃσχύνθη μητέρα