1

 2

 3

 4

 5

 6

6

Εἶδες οὔτε γυναικείαν φύσιν, οὐ τέχνην, οὐ πενίαν ἐμποδίζουσαν τῷ δρόμῳ τῆς ἀρετῆς; εἶδες ξενοδόχον γυναῖκα καὶ ἄνδρα οὐ τραπέζῃ μόνον, ἀλλὰ καὶ αἵματι τὸν Ἀπόστολον ὑποδεχομένους, Τί γὰρ εἰ καὶ μὴ ἐσφάγησαν; ἀλλ' αὐτοὶ τὸ αὑτῶν ἐπλήρωσαν, καὶ ζῶντες ἐγένοντο μάρτυρες, καὶ πολλάκις μάρτυρες, ἀεὶ παραταττόμενοι σφάττεσθαι ὑπὲρ τοῦ Παύλου. Οὐ γὰρ εἶπεν, Οἵτινες χρήματα ἀνάλωσαν, οἵτινες τὴν οἰκίαν ἀνέῳξαν, ἀλλ', ὃ πάντων μεῖζον ἦν, τὸν φόνον, τὴν σφαγὴν εἰς τὸ μέσον τίθησιν, ἵνα εἴπῃ, ὅτι Καὶ ἀποτμηθῆναι εἵλοντο ὑπὲρ ἐμοῦ. Ἀκουέτωσαν οἱ νῦν πλουτοῦντες, καὶ μόλις ὀβολοῦ τοῖς ἁγίοις μεταδιδόντες· ἐκεῖνοι καὶ τοῦ αἵματος μετέδωκαν, καὶ τὴν ζωὴν αὐτὴν ἀπεδύσαντο, ἵνα τὸν ἅγιον διασώσωσι καὶ θεραπεύσωσιν· οἱ δὲ παρόντες οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἑαυτῶν οὐσίας πρόοιντο ἂν τοῖς δεομένοις ῥᾳδίως· ἀλλ' ἡ Πρίσκιλλα καὶ ὁ Ἀκύλας καὶ τὰ χρήματα καὶ τὰ σώματα καὶ τὴν ζωὴν αὐτὴν ἐπέδωκαν. Ὁρᾷς ὅσον ἐστὶ γυνὴ φιλοσοφοῦσα, ὅσον ἐστὶν ἀνὴρ καὶ ἐν πενίᾳ καὶ τέχνῃ ζῶν; Τούτους δὴ ζηλώσωμεν, τούτους μιμησώμεθα, καὶ τῶν παρόντων ὑπεριδόντες, πάντα ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἐπιδῶμεν, ἵνα καὶ 63.491 τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ, καὶ 63.492 μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.