1

 2

 3

 4

2

σήμερον. Ἀλλ' ἀκούσωμεν τὴν φωνὴν τῆς τρυγόνος ταύτης, ποῖα μέλη κελαδεῖ. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ. Μὴ ἐμβλέψητέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμὶ, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Μέλαινά εἰμι καὶ καλή· μέλαινα, διὰ τὴν προτέραν παράβασιν, καλὴ, διὰ τὴν ταχεῖαν μετάνοιαν· μέλαινα, διὰ τὸ ἐν τῷ πταίσματι πένθος, καλὴ, διὰ τὸ ἐν τῷ βαπτίσματι φέγγος. Μέλαινά 55.600 εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ. Θυγατέρας λέγει τῆς Ἱερουσαλὴμ τὰς ἁγίας τῶν πατέρων ψυχάς. Μέλαινά εἰμι καὶ καλὴ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Μὴ βλέψητε ὑμεῖς, αἱ ἅγιαι ψυχαὶ, μὴ ἐμβλέψητε εἰς ἐμὲ, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος τῆς δικαιοσύνης, διὰ τὴν προτέραν μου πλάνην. Ποῖος ἥλιος παρέβλεψεν αὐτήν; Οὐ πάντως περὶ οὗ λέγει ἐν τῷ Ἐκκλησιαστῇ, Ἀνατέλλει ὁ ἥλιος, καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Ἀνατέλλει γὰρ ἡμῖν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ἐκ Μαρίας, τὸ κατὰ σάρκα· ἀνατολὴ ὄνομα αὐτῷ· ἔδυνε πάλιν, ὅτε ἐπὶ τοῦ σταυροῦ καὶ εἰς τὰ καταχθόνια κατῆλθεν. Ἀνατέλλει ὁ ἥλιος, καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει.

Ὅτε εἰς οὐρανοὺς ἀνῆλθε, τότε ἡμᾶς εἷλκεν. Ὅταν γὰρ ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Περὶ τούτου τοῦ ἡλίου τῆς δικαιοσύνης καὶ Ἡσαΐας φθέγγεται λέγων· Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνατελεῖ ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἐλθόντος γὰρ τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ, ἡ αἱμοῤῥοοῦσα ἁψαμένη τοῦ πτερυγίου τοῦ ἱματίου αὐτοῦ, τὰς πηγὰς τῶν αἱμάτων ἐξήρανε. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ. Εἴ τίς ἐστιν ἐνθάδε ἑστηκυῖα ψυχὴ ἁμαρτίᾳ μεμελανωμένη, μὴ φοβείσθω· μόνον μετανοείτω, καὶ λεγέτω· Μέλαινά εἰμι καὶ καλή. Εἰ καὶ πρὸς ἐσχάτην ἀναπνοὴν τυγχάνει εἰ καὶ πρὸς ἑσπέραν ὥρα ἐστὶ, μὴ φοβείσθω· μετανοείτω μετὰ κλαυθμοῦ. Τὸ γὰρ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Μίμησαι Ἐζεκίαν τὸν βασιλέα, ὃς ἀῤῥωστίᾳ ὑποπεσὼν κατέκειτο ἐπὶ κλίνης· ἀκούσας δὲ Ἡσαΐου λέγοντος πρὸς αὐτόν· Τάξαι περὶ τοῦ οἴκου σου· μέλλεις γὰρ σὺ τελευτᾷν, καὶ οὐ ζήσῃ· στραφεὶς πρὸς τὸν τοῖχον, δάκρυσι μετανοίας τὴν κλίνην ἐδρόσιζε, τὸν ἥλιον ἐνεπόδιζε, καὶ πεντεκαιδεκαετῆ ζωῆς χρόνον παραχρῆμα ἐλάμβανεν.

βʹ. Εἴ τίς ἐστιν ἐνταῦθα κατηχούμενος, μετανοείτω, προσερχέσθω τῷ Θεῷ,

τῷ ὕδατι βαπτιζέσθω, τῷ βλέμματι φωτιζέσθω. Εἴ τίς ἐστιν ἐνθάδε πιστὸς ἁμαρτήσας, τῷ ὕδατι τῶν δακρύων τὸ σῶμα λουέτω, καὶ τῷ ἐλαίῳ τῆς εὐποιίας τὴν ψυχὴν λαμπρυνέτω. Ἐὰν οὕτω σεαυτὸν καλλωπίσῃς, ἐὰν τοῖς κατορθώμασιν αὐτὴν ὡραΐσῃς, ἐρᾷ σου ὁ θεῖος λόγος, ἅπτεταί σου τῆς διανοίας, πρὸς πόθον Θεοῦ ἐξέλκει· λέγεις καὶ σὺ, Οἴ μοι, τετρωμένη ἀγάπης ἐγώ· καθάπερ γὰρ βέλει τῇ ἀγάπῃ τιτρώσκονται αἱ τῶν ἁγίων ψυχαί. Θέλεις ἀκοῦσαι αὐτοῦ τοῦ βέλους λαλοῦντος; Ἀνάγνωθι τὸν Ἡσαΐαν, καὶ ἐν αὐτῷ εὑρήσεις πῶς λαλεῖ τὸ βέλος· Καὶ ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, ὁ Θεὸς Λόγος λέγει, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Τούτῳ τῷ βέλει τρωθεὶς Ἱερεμίας ἔλεγε πρὸς αὐτόν· Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα. Τούτῳ τῷ βέλει τὴν διάνοιαν τρωθεὶς ∆αυῒδ ἔλεγε πρὸς αὐτόν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Τούτῳ τῷ βέλει τρωθεὶς ὁ Πέτρος ἔλεγε τῷ Χριστῷ· Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Τούτῳ τῷ βέλει τρωθεὶς ὁ Παῦλος καὶ συνδεθεὶς Χριστῷ, ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Τούτῳ τῷ βέλει τρωθεῖσα ἡ πάνσεμνος Ἐκκλησία ἔλεγεν· Οἴμοι, τετρωμένη ἀγάπης ἐγώ. Ὢ στεναγμὸς ἐκ μέσου τῆς καρδίας βλυστάνων φιλόχριστα νάματα· ὢ στεναγμὸς, τὸν οὐράνιον νυμφίον Χριστὸν πρὸς ἑαυτὴν ἐπισπωμένη.

∆ιὰ τοῦτο αὐτὴ λέγει· Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Μεμνήστευμαι τῷ οὐρανίῳ νυμφίῳ διὰ νόμου καὶ τῶν προφητῶν. Ἐγὼ ἡ Ἐκκλησία