1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

1

De virginitate

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ

Ὅτι τῶν αἱρετικῶν ἡ παρθενία μισθὸν οὐκ ἔχει.

Τὸ τῆς παρθενίας καλὸν ἀποστρέφονται μὲν Ἰουδαῖοι, καὶ θαυμαστὸν οὐδέν, ὅπου γε καὶ αὐτὸν τὸν ἐκ παρθένου Χριστὸν ἠτίμασαν. Θαυμάζουσι δὲ Ἕλληνες καὶ καταπλήττονται, ζηλοῖ δὲ μόνη ἡ ἐκκλησία τοῦ Θεοῦ. Τὰς γὰρ τῶν αἱρετικῶν οὐκ ἂν εἴποιμί ποτε παρθένους ἐγώ· πρῶτον μὲν ὅτι οὐκ εἰσὶν ἁγναί. Οὐ γάρ εἰσιν ἡρμοσμέναι ἑνὶ ἀνδρὶ καθὼς ὁ μακάριος τοῦ Χριστοῦ βούλεται νυμφαγωγὸς λέγων· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Εἰ γὰρ καὶ περὶ παντὸς τοῦτο τοῦ πληρώματος εἴρηται τῆς Ἐκκλησίας ἀλλ' ὅμως κἀκείνας περιλαμβάνει τὸ λεχθέν. Αἱ τοίνυν τὸν ἕνα ἄνδρα μὴ στέργουσαι ἀλλ' ἕτερον αὐτῷ τὸν οὐκ ὄντα ἐπεισάγουσαι Θεόν, πῶς ἂν εἶεν ἁγναί; Πρῶτον μὲν οὖν κατὰ τοῦτον τὸν λόγον οὐκ ἂν εἶεν παρθένοι. ∆εύτερον δὲ ὅτι τὸν γάμον ἀτιμάσασαι οὕτως ἦλθον ἐπὶ τὸ ἀποσχέσθαι τοῦ γάμου. Τῷ γὰρ νομοθετῆσαι πονηρὸν εἶναι τὸ πρᾶγμα προλαβοῦσαι τὰ τῆς παρθενίας ἑαυτῶν ἀφείλοντο ἔπαθλα. Τοὺς γὰρ τῶν φαύλων ἀπεχομένους οὐ στεφανοῦσθαι ἀλλὰ μὴ κολάζεσθαι δίκαιον ἂν εἴη μόνον. Καὶ ταῦτα ἴδοι τις ἂν οὐκ ἐν τοῖς ἡμετέροις μόνον ἀλλὰ καὶ ἐν τοῖς ἔξωθεν οὕτω διατεταγμένα νόμοις. Ὁ φονεύων ἀναιρείσθω, φησίν· οὐκέτι δὲ πρόσκειται, ὁ δὲ μὴ φονεύων τιμάσθω. Ὁ κλέπτης κολαζέσθω· οὐκέτι δὲ καὶ τὸν μὴ λυμαινόμενον τοῖς ἀλλοτρίοις δωρεὰν λαμβάνειν ἐκέλευσαν. Καὶ τὸν μοιχὸν ἀποκτιννύντες τὸν μὴ διορύττοντα τοὺς ἑτέρων γάμους οὐδεμιᾶς ἠξίωσαν τιμῆς. Καὶ μάλα εἰκότως. Τὸ γὰρ ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι τῶν τὰ ἀγαθὰ κατορθούντων οὐ τῶν τὰ κακὰ φευγόντων ἐστίν· ἀποχρῶσα γὰρ ἐκείνοις τιμὴ τὸ μηδὲν πάσχειν δεινόν. ∆ιὰ τοῦτο καὶ ὁ κύριος ἡμῶν, ἂν μέν τις εἰκῇ καὶ μάτην πρὸς τὸν ἀδελφὸν ὀργισθῇ τὸν αὑτοῦ καὶ μῶρον ἀποκαλέσῃ, τὴν γέενναν ἠπείλησεν. Οὐκέτι δὲ καὶ τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς μὴ μάτην ὀργιζομένοις καὶ λοιδορίας ἐκτρεπομένοις ὑπέσχετο, ἀλλ' ἕτερόν τι τούτου πλέον καὶ μεῖζον ἐζήτησεν εἰπών· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.» Καὶ δεῖξαι βουλόμενος πῶς σφόδρα μικρὸν καὶ εὐτελὲς καὶ οὐδεμιᾶς τιμῆς ἄξιον τὸ μὴ τοῖς ἀδελφοῖς ἀπεχθάνεσθαι, τὸ τούτου πολλῷ πλέον θεὶς τὸ ἀγαπᾶν αὐτοὺς καὶ φιλεῖν, οὐδὲ τοῦτο ἔφησεν ἡμῖν ἀρκεῖν πρὸς τό τινος ἀξιωθῆναι τιμῆς. Πῶς γὰρ ὅταν τῶν ἐθνικῶν μηδὲν κατὰ τοῦτο πλέον ἔχωμεν; Ὥστε ἑτέρας ἡμῖν ταύτης πολλῷ μείζονος προσθήκης δεῖ εἴ γε μέλλοιμεν μισθὸν ἀπαιτεῖν. Μὴ γὰρ ἐπειδὴ σέ, φησίν, οὐ κατακρίνω τῇ γεέννῃ λοιδορίας καὶ ὀργῆς ἀπεχόμενον τῆς πρὸς τὸν ἀδελφὸν ἤδη διὰ τοῦτο καὶ στεφάνων ἀξίου σαυτόν. Οὐ γὰρ τοσοῦτον ἀπαιτῶ μόνον φιλοφροσύνης μέτρον ἐγώ, ἀλλὰ κἂν πρὸς τῷ μὴ λοιδορεῖσθαι καὶ φιλεῖν αὐτὸν λέγῃς, ἔτι κάτω που στρέφῃ καὶ παρὰ τοὺς τελώνας τάττεις σαυτόν. Ἀλλ' εἰ βούλει τέλειος εἶναι καὶ τῶν οὐρανῶν ἄξιος, μὴ στῇς μεχρὶ τούτου μόνον ἀλλ' ἀνάβηθι προσωτέρω καὶ τῆς φύσεως αὐτῆς μείζονα λαβὲ λογισμόν. Τοῦτο δέ ἐστι τοὺς ἐχθροὺς ἀγαπᾶν. Ἐπεὶ οὖν πάντοθεν ἡμῖν τοῦτο συνωμολόγηται, παυσάσθωσαν μάτην οἱ ἀπὸ τῶν αἱρέσεων κόπτοντες ἑαυτούς· οὐδένα γὰρ λήψονται μισθόν. Οὐκ ἐπειδὴ ὁ κύριος ἄδικος -ἄπαγε-, ἀλλ' ἐπειδὴ αὐτοὶ ἀγνώμονες καὶ πονηροί. Πῶς; Ἀποδέδεικται τοίνυν μηδεμίαν κεῖσθαι δωρεὰν μόνῃ τῇ τῶν φαύλων φυγῇ. Τὸν δὲ γάμον αὐτοὶ φαῦλον νομίσαντες οὕτως ἔφυγον. Πῶς οὖν ὑπὲρ τῆς τῶν φαύλων ἀναχωρήσεως δυνήσονται μισθὸν ἀπαιτεῖν; Ὥσπερ γὰρ ἡμεῖς ὑπὲρ τοῦ μὴ μοιχεύειν στεφανοῦσθαι οὐκ ἀξιώσομεν, οὕτως οὐδὲ ὑπὲρ τοῦ μὴ γαμεῖν ἐκεῖνοι. Ἐρεῖ γὰρ