1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

2

πρὸς αὐτοὺς ὁ κατ' ἐκείνην κρίνων τὴν ἡμέραν· Ἐγὼ τὰς τιμὰς οὐ τοῖς τῶν πονηρῶν ἀπεσχημένοις τέθεικα μόνον-μικρὸν γὰρ παρ' ἐμοὶ τοῦτο τὸ μέρος-, ἀλλὰ τοὺς ἅπασαν ἐπελθόντας ἀρετὴν τούτους εἰς τὴν ἀγήρω τῶν οὐρανῶν εἰσάγω κληρονομίαν. Πῶς οὖν ὑμεῖς πρᾶγμα ἀκάθαρτον καὶ ἐναγὲς εἶναι τὸν γάμον νομίσαντες τῆς τῶν ἐναγῶν ἀπαλλαγῆς τὰ κείμενα τοῖς ἐργάταις τῶν ἀγαθῶν ἀπαιτεῖτε ἔπαθλα; ∆ιὰ τοῦτο γὰρ καὶ τὰ πρόβατα ἐκ δεξιῶν ἵστησιν ὁ Χριστὸς καὶ εὐλογεῖ καὶ εἰς τὴν βασιλείαν εἰσάγει, οὐχ ὅτι οὐχ ἥρπασαν τὰ ἀλλότρια ἀλλ' ὅτι καὶ τὰ αὑτῶν ἑτέροις διένειμαν. Καὶ τὸν τὰ πέντε τάλαντα δὲ ἐγχειρισθέντα ἀποδέχεται, οὐχ ὅτι οὐκ ἐμείωσεν ἀλλ' ὅτι ἐπλεόνασε τὸ δοθέν, καὶ διπλῆν τὴν παρακαταθήκην ἀπέδωκεν. Μέχρι τίνος οὖν οὐ στήσεσθε τρέχοντες εἰς κενὸν καὶ κοπιῶντες μάτην καὶ εἰκῇ πυκτεύοντες καὶ τὸν ἀέρα δέροντες; Καὶ εἴθε μόνον εἰκῇ. Καίτοι οὐδὲ τοῦτο μικρὸν εἰς κολάσεως λόγον, τὸ πολλὰ καμόντας καὶ μείζονα τῶν πόνων προσδοκήσαντας ἔπαθλα κατὰ τὸν καιρὸν τῆς τιμῆς ἐν τοῖς ἀτίμοις τετάχθαι.

2 Ὅτι καὶ κολάζονται οἱ αἱρετικοὶ διὰ τὸ παρθενεῦσαι. Ἔστιν δὲ νῦν οὐ τοῦτο μόνον τὸ δεινὸν οὐδὲ μέχρι τοῦ μὴ κερδᾶναι τὰ τῆς ζημίας αὐτοῖς ἀλλ' ἕτερα πολλῷ τούτων ἐκδέξεται χαλεπώτερα· τὸ πῦρ τὸ ἄσβεστον, ὁ σκώληξ ὁ ἀτελεύτητος, τὸ σκότος τὸ ἐξώτερον, ἡ θλῖψις, ἡ στενοχωρία. Ὥστε μυρίων ἡμῖν δεῖ στομάτων καὶ τῆς ἀγγέλων δυνάμεως ἵνα δυνηθῶμεν τῆς εἰς ἡμᾶς κηδεμονίας εὐχαριστίαν ἀποδοῦναι τῷ Θεῷ τὴν ἀξίαν. Μᾶλλον δὲ οὐδὲ οὕτω δυνατόν. Πῶς γάρ; Ὁ μὲν γὰρ πόνος ὑπὲρ τῆς παρθενίας ἡμῖν καὶ τοῖς αἱρετικοῖς ἴσος, τάχα δὲ καὶ πολλῷ πλείων ἐκείνοις. Ὁ δὲ καρπὸς τῶν πόνων οὐκ ἴσος, ἀλλ' ἐκείνοις μὲν δεσμὰ καὶ δάκρυα καὶ οἰμωγαὶ καὶ τὸ κολάζεσθαι ἀθάνατα, ἡμῖν δὲ αἱ τῶν ἀγγέλων λήξεις καὶ αἱ φαιδραὶ λαμπάδες καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν, ἡ μετὰ τοῦ νυμφίου διαγωγή. Τί δήποτ' οὖν ἐναντία τῶν αὐτῶν πόνων τὰ ἐπίχειρα; Ὅτι ἐκεῖνοι μὲν ἵνα ἀντινομοθετήσωσι τῷ Θεῷ τὴν παρθενίαν εἵλοντο, ἡμεῖς δὲ ἵνα ἀνύσωμεν αὐτοῦ τὸ θέλημα τοῦτο πράττομεν. Ὅτι γὰρ ὁ Θεὸς βούλεται πάντας ἀνθρώπους ἀπέχεσθαι γάμου, μάρτυς ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα· «Βούλομαι γάρ, φησίν, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν» ἐν ἐγκρατείᾳ δηλονότι. Φειδόμενος δὲ ἡμῶν ὁ σωτὴρ καὶ εἰδὼς ὅτι «Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής», οὐκ εἰς ἐντολῆς ἀνάγκην τὸ πρᾶγμα κατέκλεισεν ἀλλ' ἐπέτρεψεν αὐτοῦ τὴν αἵρεσιν ταῖς ἡμετέραις ψυχαῖς. Εἰ γὰρ ἦν ἐπίταγμα καὶ νόμος, οὐκ ἂν οἱ κατορθώσαντες τιμῆς ἀπήλαυσαν, ἀλλ' ἤκουσαν ἄν· «Ὃ ὠφείλατε ποιῆσαι πεποιήκατε», οὔτε οἱ διαμαρτάνοντες συγγνώμης ἔτυχον ἀλλὰ τὴν τῶν παρανομούντων ἂν ὑπέστησαν δίκην. Νῦν δὲ εἰπών· «Ὁ δυνάμενος χωρεῖν χωρείτω», τοὺς μὲν μὴ δυναμένους οὐ κατέκρινε, τῶν δὲ δυναμένων πολὺν καὶ ὑπέρογκον τὸν ἀγῶνα ἀπέδειξε. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος κατ' ἴχνος βαίνων τοῦ διδασκάλου, «Ἐπιταγὴν κυρίου», φησίν, «οὐκ ἔχω, γνώμην δὲ δίδωμι.»

3 Ὅτι σατανικῆς ἀπανθρωπίας τὸ βδελύττεσθαι γάμον. Ἀλλ' οὐδὲ Μαρκίων οὐδὲ Οὐαλεντῖνος οὐδὲ Μάνης ταύτης ἠνέσχοντο τῆς συμμετρίας. Οὐ γὰρ εἶχον ἐν ἑαυτοῖς λαλοῦντα τὸν Χριστὸν τὸν τῶν ἰδίων προβάτων φειδόμενον καὶ τὴν ψυχὴν αὐτοῦ τιθέντα ὑπὲρ αὐτῶν ἀλλὰ τὸν ἀνθρωποκτόνον τὸν τοῦ ψεύδους πατέρα. ∆ιά τοι τοῦτο καὶ τοὺς πειθομένους αὐτοῖς πάντας ἀπώλεσαν ἐνταῦθα μὲν αὐτοὺς ἀνονήτοις καὶ ἀφορήτοις βαρύνοντες πόνοις, ἐκεῖ δὲ εἰς τὸ ἡτοιμασμένον ἐκείνοις πῦρ συγκατασπάσαντες ἑαυτοῖς.

4 Ὅτι καὶ Ἑλλήνων ἀθλιώτεροι κατὰ τὴν παρθενίαν οἱ αἱρετικοί. Ὦ καὶ Ἑλλήνων ὑμεῖς ἀθλιώτεροι. Ἕλληνας μὲν γὰρ εἰ καὶ τὰ τῆς γεέννης ἐκδέχεται δεινά, ἀλλ' ὅμως τὸ γοῦν ἐνταῦθα καρποῦνται ἡδὺ γάμοις ὁμιλοῦντες καὶ χρημάτων ἀπολαύοντες καὶ τῆς ἄλλης ἀνέσεως τῆς βιωτικῆς. Ὑμῖν δὲ τὸ βασανίζεσθαι καὶ ταλαιπωρεῖσθαι ἑκατέρωθεν, ἐνταῦθα μὲν ἑκοῦσιν, ἐκεῖ δὲ μὴ βουλομένοις. Καὶ