1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

4

μὲν γλῶτταν διὰ στόματος προφερόμενα, μιαίνει δὲ τὴν δεχομένην ἀκοήν, καὶ καθάπερ δηλητήρια φάρμακα εἰς αὐτὴν ἐμπίπτοντα τὴν ψυχὴν παντὸς σητὸς χαλεπώτερον διατρώγει τὴν ῥίζαν καὶ μετ' ἐκείνης καὶ τὸ λοιπὸν ἅπαν ἀπόλλυσι σῶμα. Εἰ τοίνυν παρθενίας ὅρος τὸ καὶ σώματι καὶ πνεύματι εἶναι ἁγίαν, αὕτη δὲ ἐξ ἑκατέρων τῶν μερῶν ἐστι βέβηλος καὶ ἐναγής, πῶς ἂν δύναιτο εἶναι παρθένος; Ἀλλὰ πρόσωπόν μοι δείκνυσιν ὠχρὸν καὶ κατισχνωμένα μέλη καὶ στολὴν εὐτελῆ καὶ βλέμμα ἥμερον. Καὶ τί τὸ ὄφελος ὅταν τὸ ἔνδον ὄμμα ἰταμὸν ᾖ; Τί γὰρ ἂν γένοιτο τοῦ βλέμματος ἰταμώτερον ἐκείνου τοῦ καὶ τοὺς ἔξωθεν πείθοντος ὀφθαλμοὺς ὡς πονηροῖς προσέχειν τοῖς τοῦ Θεοῦ κτίσμασι; «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.» Αὕτη δὲ τοῦ λόγου τὴν ἀκολουθίαν ἀνέστρεψε, τὴν μὲν δόξαν ἔξωθεν περικειμένη, τὴν δὲ ἀτιμίαν ἅπασαν ἔνδον ἔχουσα. Τοῦτο γάρ ἐστι τὸ δεινὸν ὅτι πρὸς μὲν ἀνθρώπους ἐπιείκειαν ἐνδείκνυται πολλήν, πρὸς δὲ τὸν κτίσαντα αὐτὴν Θεὸν πολλῇ κέχρηται τῇ μανίᾳ, καὶ ἡ μηδὲ πρὸς ἄνδρα ἀντιβλέψαι ἀνεχομένη-εἴ γέ τινές εἰσιν ἐν αὐταῖς τοιαῦται-πρὸς τὸν τῶν ἀνθρώπων δεσπότην ἀναισχύντοις ὀφθαλμοῖς ὁρᾷ καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλεῖ. Πύξινον αὐταῖς τὸ πρόσωπόν ἐστι καὶ νεκρῷ προσεοικός. ∆ιὰ γὰρ τοῦτο δακρύων ἄξιαι καὶ θρήνων πολλῶν, ὅτι οὐκ εἰκῇ μόνον ἀλλὰ καὶ ἐπ' ὀλέθρῳ καὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς τοσαύτην ἀνεδέξαντο ταλαιπωρίαν.

7 Ὅτι τὴν παρθενίαν οὐκ ἀπὸ ἱματίων ἀλλ' ἀπὸ ψυχῆς δοκιμάζειν χρή. Εὐτελὴς ἡ στολή. Ἀλλ' οὐκ ἐν τοῖς ἱματίοις οὐδὲ ἐν τοῖς χρώμασιν ἡ παρθενία, ἀλλ' ἐν τῇ ψυχῇ καὶ τῷ σώματι. Πῶς γὰρ οὐκ ἄτοπον εἰ τὸν μὲν φιλόσοφον οὐκ ἀπὸ τῆς κόμης οὐδὲ ἀπὸ τῆς βακτηρίας οὐδὲ ἀπὸ τῆς ἐξωμίδος δοκιμάσομεν ἀλλ' ἀπὸ τῶν τρόπων καὶ τῆς ψυχῆς, καὶ τὸν στρατιώτην οὐκ ἀπὸ τῆς χλανίδος οὐδὲ ἀπὸ τῆς ζώνης ἀλλ' ἀπὸ τῆς ῥώμης καὶ τῆς ἀνδρείας, τὴν δὲ παρθένον πρᾶγμα οὕτω θαυμαστὸν καὶ πάντα ὑπερβαῖνον τὰ ἐν ἀνθρώποις διὰ τὸν τῶν τριχῶν αὐχμὸν καὶ τὴν τοῦ προσώπου κατήφειαν καὶ τὸ φαιὸν ἱμάτιον ἁπλῶς οὕτως καὶ παρέργως εἰς τὴν τοῦ πράγματος καταλέξομεν ἀρετήν, οὐκ ἀποδύσαντες αὐτῆς τὴν ψυχὴν καὶ τὴν ἕξιν αὐτῆς ἐντεῦθεν καταμαθόντες ἀκριβῶς; Ἀλλ' οὐκ ἀφίησιν ὁ τοὺς τῆς ἀθλήσεως ταύτης νόμους διαταξάμενος. Οὐ γὰρ ἀπὸ τῶν ἱματίων τοὺς εἰς τοῦτον καθέντας ἑαυτοὺς τὸν ἀγῶνα δοκιμάζειν κελεύει ἀλλ' ἀπὸ τῶν δογμάτων καὶ τῆς ψυχῆς. «Ὁ γὰρ ἀγωνιζόμενος, φησί, πάντα ἐγκρατεύεται», πάντα τὰ διενοχλοῦντα τὴν τῆς ψυχῆς ὑγίειαν, καὶ «Οὐδεὶς στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Τίνες οὖν οἱ τῆς ἀθλήσεως ταύτης νόμοι; Ἄκουε πάλιν αὐτοῦ λέγοντος, μᾶλλον δὲ αὐτοῦ τοῦ τὸν ἀγῶνα θέντος Χριστοῦ· «Ἡ δὲ παρθένος ἵνα ἁγία τῷ σώματι καὶ τῷ πνεύματι·» καὶ πάλιν· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος.»

8 Ὅτι βλάβη τῇ παρθένῳ τὸ τετυφῶσθαι κατὰ τῶν γαμουμένων. Τί οὖν πρὸς ἐμὲ τοῦτο, φησί, τὴν πολλὰ χαίρειν εἰποῦσαν τῷ γάμῳ; Τοῦτο γὰρ σέ, ὦ ταλαίπωρε, τοῦτο ἀπολώλεκεν ὅτι μηδὲν οἴῃ σοι κοινὸν εἶναι πρὸς τοῦτο τὸ δόγμα. ∆ιὰ τοῦτο ὑπεροψίᾳ ἀμέτρῳ κατὰ τοῦ πράγματος χρησαμένη εἰς τὴν τοῦ Θεοῦ σοφίαν ἐξύβρισας καὶ τὴν κτίσιν διέβαλες ἅπασαν. Εἰ γὰρ ἀκάθαρτον ὁ γάμος, ἀκάθαρτα μὲν ἅπαντα τὰ δι' αὐτοῦ τικτόμενα ζῷα, ἀκάθαρτοι δὲ καὶ ὑμεῖς, οὐ γὰρ ἂν εἴποιμι τὴν τῶν ἀνθρώπων φύσιν. Πῶς οὖν παρθένος ἡ ἀκάθαρτος; Οὗτος γὰρ δεύτερος, μᾶλλον δὲ καὶ τρίτος ὑμῖν μολυσμῶν καὶ ἀκαθαρσίας ἐπινενόηται τρόπος· καὶ αἱ τὸν γάμον ὡς ἐναγὲς φεύγουσαι αὐτῷ τούτῳ τῷ φεύγειν πάντων γεγόνατε ἐναγέστεραι, παρθενίαν εὑροῦσαι πορνείας μιαρωτέραν. Ποῦ τοίνυν ὑμᾶς τάξομεν; Μετὰ τῶν Ἰουδαίων; Ἀλλ' οὐκ ἀνέχονται ἐκεῖνοι· καὶ γὰρ τὸν γάμον τιμῶσι καὶ τοῦ Θεοῦ τὴν δημιουργίαν θαυμάζουσιν. Ἀλλὰ μεθ' ἡμῶν; Ἀλλ' οὐ θέλετε ἀκοῦσαι τοῦ Χριστοῦ λέγοντος διὰ τοῦ Παύλου· «Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος.» Λείπεται δὴ μετὰ τῶν Ἑλλήνων ὑμᾶς στῆναι λοιπόν. Ἀλλὰ κἀκεῖνοι παρώσονται πάλιν ὑμᾶς