1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

12

ἐρωτῶ, ἐπειδή σε σφόδρα παρέμεινε κατασείων οὗτος ὁ φόβος· πῶς ὁ Ἀδάμ, πῶς δὲ ἡ Εὔα μὴ μεσιτεύοντος γάμου; Τί οὖν; Οὕτως, φησίν, ἔμελλον ἅπαντες ἄνθρωποι γίνεσθαι; Εἴτε οὕτως εἴτε ἑτέρως οὐκ ἔχω λέγειν. Τὸ γὰρ ζητούμενον νῦν ὅτι γάμου οὐκ ἔδει τῷ Θεῷ πρὸς τὸ πολλοὺς ποιῆσαι τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους.

18 Ὅτι οὐχ ἡ παρθενία τὸ γένος ἡμῶν ἐλαττοῖ ἀλλ' ἡ ἁμαρτία. Ὅτι δὲ οὐχ ἡ παρθενία ποιεῖ τὸ τῶν ἀνθρώπων γένος ἐπιλείπειν ἀλλ' ἡ ἁμαρτία καὶ αἱ ἄτοποι μίξεις ἔδειξεν ὁ κατὰ τὸν Νῶε γενόμενος ἀφανισμὸς καὶ ἀνθρώπων καὶ κτηνῶν καὶ πάντων ἁπλῶς τῶν ἐμπνεόντων ἐπὶ τῆς γῆς. Εἰ γὰρ ἔστησαν πρὸς τὴν ἄτοπον τότε ἐπιθυμίαν ἐκείνην οἱ υἱοὶ τοῦ Θεοῦ καὶ τὴν παρθενίαν ἐτίμησαν, εἰ μὴ εἶδον ἀδίκοις ὄμμασι τὰς θυγατέρας τῶν ἀνθρώπων, οὐκ ἂν αὐτοὺς ὁ τοσοῦτος κατέλαβεν ὄλεθρος. Καὶ μή μέ τις οἰέσθω τῆς ἀπωλείας αὐτῶν αἰτιᾶσθαι τὸν γάμον· οὐ γὰρ τοῦτό φημι νῦν, ἀλλ' ὅτι τὸ ἀπολλῦναι καὶ διαφθείρειν τὸ γένος τὸ ἡμέτερον οὐ τῆς παρθενίας ἀλλὰ τῆς ἁμαρτίας ἐστίν.

19 Ὅτι πάλαι μὲν τῷ γάμῳ δύο προφάσεις, νῦν δὲ μία. Ἐδόθη μὲν οὖν καὶ παιδοποιΐας ἕνεκεν ὁ γάμος· πολλῷ δὲ πλέον ὑπὲρ τοῦ σβέσαι τὴν τῆς φύσεως πύρωσιν. Καὶ μάρτυς ὁ Παῦλος λέγων· «∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», οὐ διὰ τὰς παιδοποιΐας. Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι κελεύει οὐχ ἵνα πατέρες γένωνται παίδων πολλῶν, ἀλλὰ τί; «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς», φησί. Καὶ προελθὼν δὲ οὐκ εἶπεν· εἰ δὲ ἐπιθυμοῦσι παίδων, ἀλλὰ τί; «Εἰ δὲ μὴ ἐγκρατεύονται, γαμησάτωσαν.» Παρὰ μὲν γὰρ τὴν ἀρχήν, ὅπερ ἔφην, δύο ταύτας εἶχε τὰς ὑποθέσεις· ὕστερον δὲ πληρωθείσης καὶ τῆς γῆς καὶ τῆς θαλάττης καὶ τῆς οἰκουμένης πάσης μία λείπεται πρόφασις αὐτοῦ μόνη, ἡ τῆς ἀκολασίας καὶ ἡ τῆς ἀσελγείας ἀναίρεσις. Τοὺς γὰρ ἔτι καὶ νῦν ἐν τούτοις κυλινδουμένους τοῖς πάθεσι καὶ χοίρων βίον ἐπιθυμοῦντας ζῆν καὶ ἐν χαμαιτυπείοις φθείρεσθαι οὐ μικρὸν ὀνίνησι τῆς ἀκαθαρσίας καὶ τῆς ἀνάγκης ἀπαλλάττων ἐκείνης καὶ ἐν ἁγιασμῷ καὶ σεμνότητι διατηρῶν. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ παύσομαι σκιαμαχῶν; Καὶ γὰρ ὑμεῖς οἱ ταῦτα λέγοντες ἡμῶν οὐχ ἧττον ἴστε τὴν τῆς παρθενίας ὑπεροχὴν καὶ πάντα ἅπερ ὑμῖν εἴρηται σκήψεις καὶ προφάσεις εἰσὶ καὶ ἀκρασίας προκαλύμματα.

20 Ὅτι εἰ καὶ μηδεὶς κίνδυνος τοῖς ἐξουθενοῦσι τὴν παρθενίαν οὐδὲ οὕτως ἀσφαλὲς τὸ ἐξουθενεῖν. Ἀλλ' εἰ μὲν ἀκινδύνως ἐνῆν ταῦτα λέγειν, ἔδει νῦν καὶ οὕτω παύεσθαι τῆς διαβολῆς. Ὁ γὰρ πρὸς τὰ καλὰ τῶν πραγμάτων ἀπ' ἐναντίας διακείμενος τῆς γνώμης μετὰ τῆς ἄλλης βλάβης καὶ μαρτύριον οὐ μικρὸν παρὰ πᾶσι τῆς οἰκείας ἐκφέρει μοχθηρίας τὴν οὕτω διεστραμμένην καὶ ἄδικον ψῆφον. Ὥστε εἰ καὶ μηδενὸς ἕνεκεν ἄλλου, τοῦ γοῦν μὴ προστρίψασθαι δόξαν οὕτω πονηρὰν ἐπέχειν τὴν γλῶτταν ἐχρῆν, ἐνθυμουμένους ὅτι ὁ μὲν θαυμάζων τοὺς ἐν τοῖς μεγίστοις διαλάμποντας ἄθλοις, κἂν μὴ δύνηται τῶν αὐτῶν ἐφικέσθαι, συγγνώμης γοῦν δυνήσεται παρὰ πάντων τυχεῖν· ὁ δὲ πρὸς τῷ μὴ μετιέναι καὶ κακίζων τὰ πολλῶν ἄξια στεφάνων δικαίως ἂν παρὰ πάντων μισοῖτο ὡς ἐχθρὸς καὶ πολέμιος τῆς ἀρετῆς καὶ τῶν μαινομένων ἀθλιώτερον διακείμενος. Οἱ μὲν γὰρ οὐκ ἴσασιν ἃ ποιοῦσιν οὐδὲ ἑκόντες ἃ πάσχουσιν ὑπομένουσι. ∆ιὸ καὶ τοὺς ἐν δυναστείαις ὄντας ὑβρίζοντες οὐ μόνον οὐ κολάζονται ἀλλὰ καὶ ἐλεοῦνται παρὰ τῶν ὑβρισθέντων αὐτῶν. Εἰ δέ τις ἑκὼν ταῦτα τολμήσειεν ἅπερ ἄκοντες ἐκεῖνοι ποιοῦσι, δικαίως ἂν ταῖς ἁπάντων καταδικάζοιτο ψήφοις ὡς τῆς φύσεως τῆς ἡμετέρας ἐχθρός.

21 Ὅτι ὁ κίνδυνος μέγας τοῖς ἐξουθενοῦσι τὴν παρθενίαν. Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἀκίνδυνος ἦν ἡ τοιαύτη κατηγορία τῶν γοῦν εἰρημένων ἕνεκεν αὐτῆς ἀπέχεσθαι. Νῦν δὲ καὶ κίνδυνος τῷ πράγματι κεῖται μέγας· οὐ γὰρ ὁ καθήμενος καὶ κατὰ τοῦ ἀδελφοῦ καταλαλῶν καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρὸς τιθεὶς σκάνδαλον κολασθήσεται μόνος ἀλλὰ καὶ ὁ πράγματα διαβάλλειν ἐπιχειρῶν Θεῷ δοκοῦντα εἶναι καλά. Ἄκουσον γοῦν τί φησιν ἕτερος προφήτης περὶ αὐτοῦ τούτου