1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

14

τῶν χλευαζόντων αὐτῶν σωτηρίας τοῦτο γίνεται ὥστε μὴ περαιτέρω προελθεῖν τῆς κακίας αὐτοὺς τῷ μηδεμίαν ὑπὲρ τῶν προτέρων δοῦναι δίκην. Ἀλλὰ μεταξύ με ταῦτα λέγοντα καὶ ἡ τῶν κατὰ τὸν Ἡλίαν γενομένων εἰσῆλθε μνήμη. Ὅπερ γὰρ οἱ παῖδες παρὰ τῶν ἄρκων ἔπασχον διὰ τὸν Ἐλισσαῖον, τοῦτο διὰ τὸν τούτου διδάσκαλον ὑπὸ πυρὸς ἄνωθεν ἁφθέντος δὶς πεντήκοντα ἄνδρες ἅμα τοῖς προεστῶσιν αὐτῶν ὑπέμενον. Ἐπειδὴ γὰρ κἀκεῖνοι μετὰ πολλῆς τῆς εἰρωνείας προσελθόντες ἐκάλουν τὸν δίκαιον καὶ καταβαίνειν ἐκέλευον πρὸς αὐτούς, ἀντ' ἐκείνου πῦρ κατελθὸν ἅπαντας αὐτοὺς κατέφαγε τῶν θηρίων οὐχ ἧττον ἐκείνων. Ταῦτ' οὖν ἐννοήσαντες, ἅπαντες ὑμεῖς οἱ τῆς παρθενίας ἐχθροί, ἐπίθεσθέ ποτε τῷ στόματι ὑμῶν θύραν καὶ μοχλὸν ἵνα μὴ καὶ ὑμεῖς ἄρξησθε λέγειν κατὰ τὴν ἡμέραν τῆς κρίσεως τοὺς ἀπὸ τῆς παρθενίας ἐκεῖ λάμποντας ὁρῶντες· «Οὗτοι ἦσαν οὓς εἴχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ· ἡμεῖς οἱ ἄφρονες τὸν βίον αὐτῶν ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτῶν ἄτιμον. Πῶς κατελογίσθησαν ἐν υἱοῖς Θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτῶν ἐστιν; Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν.» Ἀλλὰ τί κέρδος τῶν ῥημάτων τούτων τῆς μετανοίας ἐκνενευρισμένης ὑπὸ τοῦ καιροῦ τότε;

23 ∆ιὰ τί οἱ τὰ αὐτὰ ἁμαρτάνοντες οὐ τὰ αὐτὰ κολάζονται. Ἀλλ' ἴσως ἐρεῖ τις ὑμῶν· οὐδεὶς οὖν μετ' ἐκείνους τοὺς καιροὺς ἐκακηγόρησεν ἁγίους ἄνδρας; Πολλοὶ καὶ πολλαχοῦ γῆς. Πῶς οὖν τὴν αὐτὴν δίκην οὐκ ἔδοσαν; φησίν. Ἔδοσαν μὲν καὶ τούτων ἴσμεν πολλούς. Εἰ δὲ ἔνιοι καὶ διέφυγον ἀλλ' οὐκ εἰς τέλος διαφεύξονται. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, «Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσι.» Καὶ καθάπερ οἱ νομοθέται τῶν ἀδικούντων τὰς τιμωρίας ἐν γράμμασι θέντες ἀφῆκαν, οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἕνα καὶ δεύτερον τῶν ἡμαρτηκότων κολάσας καὶ ὥσπερ ἐν στήλῃ χαλκῇ καὶ γράμμασι τὰς ἐκείνων καταθέμενος τιμωρίας διὰ τῶν ἐκείνοις συμβάντων ἅπασι διαλέγεται λέγων ὅτι κἂν ἐν τῷ παρόντι καιρῷ τιμωρίαν μὴ δῶσι τὴν αὐτὴν οἱ τὰ αὐτὰ τολμῶντες τοῖς δεδωκόσι κατὰ τὸν μέλλοντα καιρὸν χαλεπωτέραν ὑποστήσονται κόλασιν.

24 Ὅτι τοὺς ἁμαρτάνοντας καὶ μὴ κολαζομένους οὐχὶ θαρρεῖν ἀλλὰ δεδοικέναι διὰ τοῦτο μᾶλλον χρή. Ὥστε ὅταν ἄμετρα ἁμαρτάνοντες μηδὲν πάσχωμεν κακόν, μὴ θαρρῶμεν ἀλλὰ διὰ τοῦτο μᾶλλον φοβώμεθα. Κἂν γὰρ ἐνταῦθα μὴ κριθῶμεν ὑπὸ τοῦ Θεοῦ, ἐκεῖ σὺν τῷ κόσμῳ κατακριθησόμεθα. Καὶ αὕτη πάλιν οὐκ ἐμὴ ἡ ἀπόφασις ἀλλὰ τοῦ λαλοῦντος ἐν τῷ Παύλῳ Χριστοῦ. Τοῖς γὰρ τῶν μυστηρίων ἀναξίως μεταλαμβάνουσι διαλεγόμενός φησι· «∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νῦν δὲ κρινόμενοι ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Εἰσὶ μὲν γὰρ οἱ τῆς ἐνταῦθα μόνον ἐπιτιμήσεως δεόμενοι, ὅταν αὐτῶν σύμμετρα ᾖ τὰ ἁμαρτήματα καὶ κολασθέντες μηκέτι πάλιν πρὸς τὰ πρότερα ἀνατρέχωσι τὸν ἐπὶ τὸν ἔμετον ἐπιστρέψαντα κύνα μιμούμενοι. Εἰσὶ δὲ οἱ διὰ τὴν ὑπερβολὴν τῆς κακίας καὶ ἐνταῦθα καὶ ἐκεῖ τιννύντες δίκην· ἕτεροι δὲ μόνον ἐκεῖ τὴν τιμωρίαν ὑποστήσονται διὰ τὸ πάντων χαλεπώτερα εἰργάσθαι μὴ ἀξιωθέντες μετὰ ἀνθρώπων μαστιγωθῆναι. «Καὶ μετὰ ἀνθρώπων», γάρ φησιν, «οὐ μαστιγωθήσονται» ὡς τηρούμενοι μετὰ δαιμόνων κολάζεσθαι. «Πορεύεσθε», γάρ φησιν, «ἀπ' ἐμοῦ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Πολλοὶ τὴν ἱερωσύνην ἥρπασαν χρήμασιν ἀλλ' οὐκ ἔσχον τὸν ἐλέγχοντα οὐδὲ ἤκουσαν ἃ Σίμων ἤκουσε παρὰ τοῦ Πέτρου τότε. Ἀλλ' οὐ διὰ τοῦτο διέφυγον ἀλλὰ πολλῷ χαλεπωτέραν ὑποστήσονται δίκην τῆς ἐνθάδε ὀφειλομένης ὅτι μηδὲ ἐκ τοῦ παραδείγματος ἐσωφρονίσθησαν. Πολλοὶ τὰ τοῦ Κορὲ ἐτόλμησαν ἀλλ' οὐκ ἔπαθον τὰ τοῦ Κορέ, ἀλλὰ πείσονται ὕστερον ἐπὶ μείζονι τῇ ζημίᾳ. Πολλοὶ