1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

18

ἀπαιτοῦσαν, ὅτε μάλιστα καὶ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης ἡ ἔκτισις γίνεται. Οὐ τούτῳ δὲ μόνον παραμυθεῖται τὸν ἀκροατὴν ἀλλὰ καὶ τῷ τὸ μὲν τραχὺ βραχέσι συστεῖλαι ῥήμασι, πρὶν ἢ δὲ ἀλγῆσαι τὸν ἀκούοντα ἐπὶ τὰ ἡδύτερα μεταπηδῆσαι καὶ τούτοις ἐνδιατρῖψαι μᾶλλον.

30 ∆ιὰ τί εἰ τίμιος ὁ γάμος τοῖς νηστεύουσι παραινεῖ ὁ ἀπόστολος συνουσίας ἀπέχεσθαι. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, τί δήποτε, εἴπερ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, οὐκ ἀφίησιν αὐτὸν χώραν ἔχειν ἐν τῷ τῆς νηστείας καὶ τῆς προσευχῆς καιρῷ. Ὅτι τῶν σφόδρα ἀτόπων ἦν Ἰουδαίους μέν-οἷς ἅπαντα τὰ σωματικὰ διατετύπωτο, οἷς καὶ δύο γυναῖκας ἔχειν ἠφεῖτο καὶ τὰς μὲν ἐκβάλλειν, τὰς δὲ ἀντεισάγειν-τοσαύτην ποιεῖσθαι τοῦ πράγματος πρόνοιαν ὡς μέλλοντας θείων ἀκούειν λόγων ἀποστῆναι καὶ τῆς κατὰ νόμον μίξεως καὶ ταῦτα οὐ μίαν οὐδὲ δύο μόνον ἡμέρας ἀλλὰ καὶ πλείους, ἡμᾶς δὲ τοὺς τοσαύτης ἀπολαύοντας χάριτος, τοὺς πνεῦμα λαβόντας, τοὺς νεκρωθέντας, τοὺς συνταφέντας τῷ Χριστῷ, τοὺς υἱοθεσίας ἀξιωθέντας, τοὺς εἰς τοσαύτην ἀναχθέντας τιμὴν μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ μηδὲ εἰς τὴν αὐτὴν ἀφικέσθαι τοῖς νηπίοις ἐκείνοις σπουδήν. Εἰ δὲ ἐπιμένοι τις πάλιν ζητῶν, αὐτὸς δὲ ὁ Μωϋσῆς διὰ τί τοὺς Ἰουδαίους τῆς ὁμιλίας ταύτης ἀπήγαγεν, ἐκεῖνο ἂν εἴποιμι ὅτι εἰ καὶ τίμιος ὁ γάμος ἀλλὰ μέχρι τοσούτου φθάσαι δύναιτ' ἂν ὥστε μὴ μολῦναι τὸν χρώμενον, τὸ δὲ καὶ ἁγίους ἀποφαίνειν, οὐκέτι τῆς ἐκείνου δυνάμεως ἀλλὰ τῆς παρθενίας ἐστίν. Ὅτι δὲ οὐ Μωϋσῆς μόνον οὐδὲ Παῦλος ταῦτα παρήγγελον, ἄκουσον τί φησιν ὁ Ἰωήλ· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε ἐκκλησίαν, συναγάγετε πρεσβυτέρους.» Ἀλλ' ἐκεῖνο ἴσως ζητεῖς, ποῦ γυναικὸς ἀπέχεσθαι ἐκέλευσεν; «Ἐξελθέτω», φησί, «νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.» Τοῦτο γὰρ καὶ Μωσαϊκοῦ μεῖζόν ἐστιν ἐπιτάγματος. Εἰ γὰρ νυμφίον καὶ νύμφην, οἷς ἀκμάζει τὰ τῆς ἐπιθυμίας, οἷς ἡ νεότης σφριγᾷ, οἷς ὁ πόθος ἀκάθεκτος, οὐ χρὴ συνιέναι κατὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς προσευχῆς, πόσῳ μᾶλλον τοὺς λοιποὺς τοὺς οὐκ ἔχοντας τοσαύτην μίξεως ἀνάγκην; Τὸν γὰρ εὐχόμενον ὡς χρὴ καὶ νηστεύοντα πάντα ἀπορρῖψαι δεῖ πόθον βιωτικόν, πᾶσαν φροντίδα καὶ διάχυσιν καὶ πανταχόθεν ἑαυτὸν συναγαγόντα καλῶς οὕτω προσιέναι τῷ Θεῷ. ∆ιὰ τοῦτο καὶ ἡ νηστεία καλὸν ὅτι περικόπτει τὰς τῆς ψυχῆς φροντίδας καὶ τὴν περιρρέουσαν τὸν νοῦν ὀλιγωρίαν ἀναστέλλουσα ὅλην πρὸς ἑαυτὴν ἐπιστρέφει τὴν διάνοιαν. Τοῦτο καὶ ὁ Παῦλος αἰνιττόμενος ἀπάγει τῆς μίξεως καὶ τῇ λέξει σφόδρα καιρίως κέχρηται. Οὐ γὰρ εἶπεν· ἵνα μὴ μολυνθῆτε, ἀλλ' «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ», ὡς τῆς πρὸς γυναῖκα ὁμιλίας οὐκ εἰς ἀκαθαρσίαν ἀλλ' εἰς ἀσχολίαν ἀγούσης.

31 Ὅτι ἀναγκαίως ἀπέστησε συνουσίας τοὺς μέλλοντας σχολάζειν εὐχῇ. Ὅπου γὰρ νῦν μετὰ τὴν τοσαύτην ἀσφάλειαν πειρᾶται ἐμποδίζειν ἡμῖν κατὰ τὸν τῆς προσευχῆς καιρὸν ὁ διάβολος, ἂν διακεχυμένην λάβῃ ψυχὴν καὶ ὑπὸ τῆς πρὸς τὴν γυναῖκα συμπαθείας μεμαλαγμένην, τί οὖν ἐργάσεται τῇδε κἀκεῖσε τοὺς τῆς διανοίας ἀναρριπίζων ὀφθαλμούς; Ὅπερ ἵνα μὴ πάθωμεν μηδὲ ὅτε μάλιστα ἵλεω σπουδάζομεν ἡμῖν καταστῆσαι τὸν Θεόν, τότε αὐτῷ προσκρούωμεν διὰ τῆς οὕτω ματαίας εὐχῆς, κελεύει τῆς κοίτης ἀπηλλάχθαι τότε.

32 Ὅτι ῥαθύμως εὐχόμενοι οὐ μόνον οὐκ ἐξιλεούμεθα ἀλλὰ καὶ παροξύνομεν τὸν Θεόν. Εἰ γὰρ οἱ τοῖς βασιλεῦσι προσιόντες-τί λέγω βασιλεῦσιν; - ἐσχάτοις μὲν οὖν ἄρχουσι καὶ δεσπόταις δοῦλοι ἐντυγχάνοντες, ἄν τε ὑφ' ἑτέρων ἠδικημένοι τοῦτο ποιῶσιν ἄν τε αὐτοὶ δεόμενοι παθεῖν εὖ ἄν τε ὀργήν τινα καθ' ἑαυτῶν ἐγηγερμένην κοιμίσαι σπεύδοντες καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν διάνοιαν ἅπασαν ἐπιστρέψαντες πρὸς ἐκείνους, οὕτω ποιοῦνται τὴν ἐντυχίαν, κἂν μικρὸν ἀπορραθυμήσωσιν, οὐ μόνον οὐ κατώρθωσαν ὑπὲρ ὧν ἐδέοντο ἀλλὰ καὶ κακόν τι προσλαβόντες ἀπώσθησαν. Εἰ οἱ θυμὸν ἀνθρώπων παῦσαι βουλόμενοι, τοσαύτῃ