1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

20

Ὥσπερ οὖν οἱ κατὰ τὴν θάλατταν κακοῦργοι, ἔνθα μὲν ἂν ᾖ πόλις ἢ ἐπίνειον ἢ λιμήν, οὐκ ἐπιτίθενται τοῖς πλέουσι· τοῦτο γὰρ μάτην κινδυνεύειν ἐστίν. Ἂν δὲ ἐν μέσῳ τῷ πελάγει τὸ σκάφος ἀπολάβωσι, τὴν ἐρημίαν τῶν βοηθησόντων τῆς τόλμης ἐφόδιον ἔχοντες, πάντα κινοῦσι καὶ στρέφουσι καὶ οὐ πρότερον ἀφίστανται ἕως ἂν ἢ καταδύσωσι τοὺς ἐμπλέοντας ἢ τοῦτο πάθωσιν αὐτοί. Οὕτω καὶ ὁ δεινὸς οὗτος πειρατὴς τῇ παρθένῳ πολὺν ἐπάγει τὸν χειμῶνα καὶ χαλεπὴν τὴν ζάλην καὶ ἀφορήτους τὰς τρικυμίας, πάντα ἄνω καὶ κάτω κυκῶν, ὥστε τῇ βίᾳ καὶ τῇ ῥύμῃ περιτρέψαι τὸ σκάφος. Ἤκουσε γὰρ ὅτι τὸ ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι ἡ παρθένος οὐκ ἔχει, ἀλλ' ἀνάγκη δι' ὅλου παλαίειν αὐτήν, δι' ὅλου μάχεσθαι πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἕως ἂν εἰς τὸν εὔδιον ἀληθῶς καταπλεύσῃ λιμένα. Καθάπερ γὰρ στρατιώτην γενναῖον ἔξω τειχῶν ἀποκλείσας τὴν παρθένον ὁ Παῦλος, οὐκ ἀφίησιν ἀνοιγῆναι τὰς πύλας αὐτῇ, κἂν σφόδρα ὁ πολέμιος ἀγριαίνῃ πρὸς αὐτήν, κἂν αὐτῷ τούτῳ σφοδρότερος γίνηται, τῷ τὸν ἀντίπαλον μηδεμίαν ἐξουσίαν ἔχειν ἀνακωχῆς. Οὐχ ὁ διάβολος δὲ μόνον ἀλλὰ καὶ αὐτὸς ὁ τῆς ἐπιθυμίας οἶστρος μειζόνως τοῖς μὴ γεγαμηκόσιν ἐνοχλεῖ. Καὶ τοῦτο παντί που δῆλόν ἐστιν. Ὧν μὲν γὰρ τὴν ἀπόλαυσιν ἔχομεν, οὐ ταχέως ὑπὸ τῆς ἐπιθυμίας ἁλισκόμεθα, τῆς ἀδείας τῇ ψυχῇ ῥαθυμεῖν συγχωρούσης. Καὶ τοῦτο καὶ παροιμία τις ἡμῖν μαρτυρεῖ, δημώδης μέν, σφόδρα δὲ ἀληθής. Τὸ γὰρ ἐν ἐξουσίᾳ, φησίν, ἕτοιμον οὐκ εἶναι πρὸς ἐπιθυμίαν σφοδρόν. Ἂν δέ ποτε κωλυθῶμεν ὧν πάλαι ἦμεν κύριοι, τοὐναντίον γίνεται καὶ τὰ δι' ἐξουσίαν παρ' ἡμῶν καταφρονούμενα ταῦτα ὅταν τὸ κῦρος ἡμῶν ἐκφύγῃ σφοδρότερον ἡμῶν τὴν ἐπιθυμίαν διήγειρε. Πρῶτον μὲν οὖν ταύτῃ μείζων παρὰ τοῖς γεγαμηκόσιν ἡ γαλήνη· δεύτερον δὲ ὅτι κἂν εἰς ὕψος ἀρθῆναι φιλονεικήσῃ ποτὲ ἡ φλόξ, καταστέλλει ταχέως αὐτὴν ἐπελθοῦσα ἡ μίξις. Ἡ δὲ παρθένος οὐκ ἔχουσα ὅτῳ σβέσει τὸ πῦρ, ὁρᾷ μὲν αὐτὸ κορυφούμενον καὶ εἰς ὕψος αἰρόμενον, σβέσαι δὲ οὐκ ἰσχύουσα ἑνὸς γίνεται μόνου τοῦ μὴ φλεχθῆναι μαχομένη πυρί. Ἆρα ἔστι τι τούτου παραδοξότερον, πᾶσαν ἔνδον βαστάζειν τὴν πυρὰν καὶ μὴ καίεσθαι; Συστρέφειν μὲν ἐν τοῖς τῆς ψυχῆς ταμιείοις τὴν φλόγα, ἀνέπαφον δὲ τὴν διάνοιαν διατηρεῖν; Οὐδεὶς γὰρ αὐτῇ συγχωρεῖ τοὺς ἄνθρακας τούτους ἔξω κενῶσαι, ἀλλ' ὅπερ ὁ παροιμιαστὴς ἀδύνατον εἶναί φησιν ἐπὶ τῆς τῶν σωμάτων φύσεως, τοῦτο ὑπομένειν αὐτὴ καταναγκάζεται ἐπὶ τῆς ψυχῆς. Τί δὲ ἐκεῖνός φησι; «Περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει;» Ἀλλ' ἰδοὺ αὕτη περιπατεῖ καὶ φέρει τὴν βάσανον. «Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;» Αὕτη δὲ οὐκ ἐν ἰματίοις ἀλλ' ἔνδον ἔχουσα τὸ πῦρ ἀγριαῖνον καὶ ἠχοῦν, ἀνέχεται καὶ στέγει τὴν φλόγα. Ἔτ' οὖν τολμήσει τις, εἰπέ μοι, τῇ παρθενίᾳ τὸν γάμον παραβαλεῖν; Ἀντιβλέψαι δὲ ὅλως; Ἀλλ' οὐκ ἀφίησιν ὁ μακάριος Παῦλος πολὺ τὸ μέσον ἑκατέρου τοῦ πράγματος θείς. Ἡ μὲν γὰρ τὰ τοῦ κυρίου, φησίν, ἡ δὲ τὰ τοῦ κόσμου μεριμνᾷ. Συναγαγὼν τοίνυν εἰς ταὐτὸν τοὺς γεγαμηκότας καὶ ταύτῃ χαρισάμενος, ἄκουσον πῶς αὐτοῖς ὀνειδίζει πάλιν· «Ἐπὶ τὸ αὐτό», γάρ φησι, «συνέρχεσθε ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς.» Καὶ δεῖξαι βουλόμενος ὅτι οὐ τῆς ἐκείνου πείρας τὸ πᾶν ἐστιν ἀλλὰ τῆς ἡμετέρας νωθείας τὸ πλέον τὴν κυριωτέραν αἰτίαν ἐπήγαγε «διὰ τὴν ἀκρασίαν ὑμῶν» εἰπών. Τίς οὖν οὐκ ἂν ἐρυθριάσειε ταῦτα ἀκούων; Τίς οὐκ ἂν σπουδάσειεν ἐκφυγεῖν τῆς ἀκρασίας τὸν ψόγον; Οὐδὲ γὰρ πρὸς πάντας ἡ παραίνεσις αὕτη ἀλλὰ πρὸς τοὺς σφόδρα κατωφερεῖς. Ἂν οὕτως ᾖς δοῦλος τῶν ἡδονῶν, φησίν, ἂν οὕτω χαῦνος ὡς διὰ παντὸς ἐκκεχύσθαι πρὸς τὴν μίξιν καὶ κεχηνέναι, συνέρχου τῇ γυναικί. Οὐκ ἄρα ἀποδεχομένου οὐδὲ ἐπαινοῦντος ἡ συγχώρησις ἀλλὰ σκώπτοντος καὶ καταγινώσκοντος. Οὐδὲ γὰρ ἂν εἰ μὴ σφόδρα ἠθέλησε καθάψασθαι τῆς τῶν φιληδόνων ψυχῆς, τὴν τῆς ἀκρασίας ἔθηκε λέξιν, ἐμφατικωτέραν οὖσαν καὶ πολὺν ἔχουσαν τὸν ψόγον. ∆ιὰ τί γὰρ οὐκ εἶπε διὰ τὴν ἀσθένειαν ὑμῶν; Ὅτι ἐκεῖνο μᾶλλον συγγινώσκοντος ἦν, τὸ δὲ τῆς ἀκρασίας εἰπεῖν δεικνύντος τῆς ῥαθυμίας τὴν