1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

22

δουλείαν ποτέ· ἐγενόμην ὑπὸ τοῖς ἐπιτάγμασι τοῦ νόμου· ἐφύλαξα τῶν ἐντολῶν τὰς παρατηρήσεις· ἀλλὰ τῆς χάριτος ἐπιφανείσης ὅλον ἐμαυτὸν ἀπ' ἐκείνου πρὸς ταύτην μετέθηκα. Οὐκέτι γὰρ τὸ πρᾶγμα παράβασίς ἐστιν «ἀνδρὶ γενομένων ἡμῶν ἑτέρῳ»· ὥστε οὐδεὶς ἂν ἔχοι τοῦτο λέγειν ὅτι ἕτερα πράττων ἕτερα παραινῶ οὐδὲ ὅτι τὸ ἐμαυτοῦ σκοπήσας ἀσφαλὲς ὑμᾶς εἰς κίνδυνον ἐνέβαλον. Εἰ γὰρ κίνδυνος τὸ πρᾶγμα ἦν, οὐκ ἂν ἐμαυτὸν προὔδωκα οὐδ' ἂν τῆς οἰκείας ἠμέλησα σωτηρίας. Ὥσπερ οὖν ἐκεῖ τὸ παράδειγμα παρ' ἑαυτοῦ θεὶς τὸν φόβον ἐξέλυσεν, οὕτω καὶ ἐνταῦθα τὴν ἀγωνίαν ἐκβάλλει μέσον ἑαυτὸν ἐμβαλών.

36 Ὅτι μετριάζων ὁ ἀπόστολος τὴν παρθενίαν χάρισμα καλεῖ. «Ἀλλ' ἕκαστος ἴδιον χάρισμα ἔχει», φησίν, «ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Θέα τῆς ἀποστολικῆς ταπεινοφροσύνης οὐδαμοῦ τὸν χαρακτῆρα παραπολλύμενον ἀλλ' ἀκριβῶς πανταχοῦ διαλάμποντα. Χάρισμα Θεοῦ καλεῖ τὸ ἑαυτοῦ κατόρθωμα, καὶ ἔνθα πολὺν ἵδρωσεν ἱδρῶτα, τοῦτο ὅλον ἀνατίθησι τῷ δεσπότῃ. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τῆς ἐγκρατείας τοῦτο ποιεῖ, ὅπου γε καὶ περὶ τοῦ κηρύγματος διαλεγόμενος τῷ αὐτῷ κέχρηται τρόπῳ, περὶ τοῦ κηρύγματος ὑπὲρ οὗ μυρίους ἤνεγκε πόνους, θλίψεις συνεχεῖς, ταλαιπωρίας ἀφάτους, θανάτους καθημερινούς; Τί οὖν περὶ τούτου φησί; «Πλέον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.» Οὐ τὸ μὲν αὐτοῦ, τὸ δὲ τοῦ Θεοῦ φησιν ἀλλ' ὅλον τοῦ Θεοῦ. Τοῦτο εὐγνώμονος οἰκέτου μηδὲν ἴδιον νομίζειν ἀλλὰ πάντα δεσποτικά, μηδὲν ἴδιον ἡγεῖσθαι αὐτοῦ ἀλλὰ πάντα τοῦ κυρίου. Τοῦτο καὶ ἑτέρωθι ποιεῖ. Εἰπὼν γὰρ «Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα», προϊὼν προστασίας καὶ ἐλεημοσύνας καὶ μεταδόσεις ἐν τούτοις ἠρίθμησεν. Ὅτι δὲ κατορθώματα ταῦτα καὶ οὐ χαρίσματα παντί που δῆλόν ἐστιν. Ταῦτα δὲ εἶπον ἵν' ὅταν ἀκούσῃς αὐτοῦ λέγοντος «Ἕκαστος ἴδιον χάρισμα ἔχει», μὴ ἀναπέσῃς μηδὲ εἴπῃς πρὸς ἑαυτόν· οὐ δεῖται τὸ πρᾶγμα τῆς ἐμῆς σπουδῆς· χάρισμα αὐτὸ ὁ Παῦλος ἐκάλεσε. Μετριάζων γάρ, οὐκ εἰς τὴν τῶν χαρισμάτων τάξιν καταλέξαι τὴν ἐγκράτειαν βουλόμενος τοῦτό φησιν. Οὐκ ἂν γὰρ οὕτως ἠναντιώθη καὶ ἑαυτῷ καὶ τῷ Χριστῷ, τῷ μὲν Χριστῷ λέγοντι· «Εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ ἐπαγαγόντι· «Ὁ δυνάμενος χωρεῖν χωρείτω»· ἑαυτῷ δὲ καταδικάζοντι τὰς χηρείαν μὲν ἑλομένας οὐ βουληθείσας δὲ ἐπιμεῖναι τῇ προθέσει. Εἰ γὰρ χάρισμά ἐστι, τίνος ἕνεκεν αὐταῖς ἀπειλεῖς λέγων ὅτι «Ἔχουσι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν;» Οὐδαμοῦ γὰρ τοὺς οὐκ ἔχοντας χαρίσματα ὁ Χριστὸς ἐκόλασεν ἀλλὰ πανταχοῦ τοὺς βίον οὐκ ἐπιδεικνυμένους ὀρθόν· καὶ τοῦτό ἐστι τὸ μάλιστα ἐπιζητούμενον παρ' αὐτῷ πολιτεία ἀρίστη καὶ ἔργα ἄληπτα. Τῶν δὲ χαρισμάτων ἡ διανομὴ οὐκ ἐν τῇ τοῦ λαμβάνοντος κεῖται προαιρέσει ἀλλ' ἐν τῇ τοῦ παρέχοντος κρίσει. ∆ιὰ τοῦτο οὐδαμοῦ τοὺς τὰ θαύματα ἐργαζομένους ὁ Χριστὸς ἐπαινεῖ ἀλλὰ καὶ τοὺς μαθητὰς ἐπὶ τούτῳ μέγα φρονοῦντας ἀπάγει τῆς τοιαύτης ἡδονῆς λέγων· «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει.» Οἱ γὰρ μακαριζόμενοι πανταχοῦ οἱ ἐλεήμονές εἰσιν, οἱ ταπεινοί, οἱ ἐπιεικεῖς, οἱ τῇ καρδίᾳ καθαροί, οἱ εἰρηνοποιοί, οἱ ταῦτα πάντα καὶ τὰ τούτοις ὅμοια πράττοντες. Καὶ αὐτὸς δὲ ὁ Παῦλος τὰ κατορθώματα ἀριθμῶν τὰ ἑαυτοῦ ἐν τούτοις καὶ τῆς ἐγκρατείας ἐμνημόνευσεν. Εἰπὼν γάρ· «Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀκαταστασίαις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις», ἐπήγαγεν «ἐν ἁγνείᾳ», οὐκ ἂν τοῦτο ποιήσας εἰ χάρισμα τὸ πρᾶγμα ἦν. Τί δέ; Καὶ σκώπτει τοὺς οὐκ ἔχοντας αὐτὴν ἀκρατεῖς αὐτοὺς καλῶν. ∆ιὰ τί δὲ καὶ ὁ μὴ ἐκγαμίζων τὴν ἑαυτοῦ παρθένον κρεῖττον ποιεῖ; Τίνος δὲ ἕνεκεν μακαριωτέρα ἡ χήρα ἐὰν οὕτως μείνῃ; Ὅπερ γὰρ ἔφθην εἰπών, οὐ θαυμάτων ἀλλὰ ἔργων οἱ μακαρισμοὶ ὥσπερ οὖν καὶ κολάσεις. Πῶς δὲ καὶ ἐπιμένει πάλιν παραινῶν ὑπὲρ τῶν αὐτῶν εἰ μὴ ἡμῖν τὸ πρᾶγμα ἦν καὶ μετὰ τὴν τοῦ Θεοῦ ῥοπὴν καὶ τῆς παρ' ἡμῶν ἐδεῖτο σπουδῆς; Εἰπὼν