1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

30

ἐκείνοις φθάσαι κορυφήν. Τὸ δὲ τέλος καὶ ὁ τῶν στεφάνων καιρὸς τότε σε πείσει καλῶς ὅτι πολλῷ βελτίων ἀσφάλεια φιλοτιμίας κενῆς καὶ κρεῖττον τῷ Χριστῷ πείθεσθαι ἢ τῇ τῶν οἰκείων ματαιότητι λογισμῶν. Ὁ μὲν γὰρ Χριστὸς οὐδὲ τὸ τοῖς οἰκείοις ἀποτάξασθαι πᾶσι πρὸς ἀρετὴν ἡμῖν ἀρκεῖν φησιν, ἂν μὴ καὶ ἡμᾶς αὐτοὺς μισήσωμεν. Σὺ δὲ τούτοις πᾶσι φυρόμενος ἔφης δύνασθαι περιγενέσθαι. Ἀλλά, ὅπερ ἔφην, τότε εἴσῃ καλῶς ὅσον πρὸς ἀρετὴν ἐμπόδιον γυνὴ καὶ γυναικὸς φροντίδες.

46 Εἰ ἐμποδίζει πρὸς τὸν τέλειον βίον γυνή, πῶς βοηθὸν αὐτὴν καλεῖ ἡ γραφὴ τοῦ ἀνδρός. Πῶς οὖν, φησί, βοηθὸν αὐτὴν ἐκάλεσε τὴν ἐμποδίζουσαν; «Ποιήσωμεν» γὰρ «αὐτῷ», φησί, «βοηθὸν κατ' αὐτόν.» Κἀγὼ δέ σε ἐρήσομαι, πῶς βοηθὸς ἡ τοσαύτης ἀποστερήσασα τὸν ἄνδρα ἀσφαλείας καὶ τῆς θαυμαστῆς μὲν ἐκείνης ἐκβαλοῦσα διαγωγῆς τῆς ἐν τῷ παραδείσῳ, εἰς δὲ τὴν τοῦ παρόντος βίου ταραχὴν ἐμβαλοῦσα; Ταῦτα γὰρ οὐ μόνον οὐ βοηθοῦ ἀλλὰ καὶ ἐπιβούλου. «Ἀπὸ» γὰρ «γυναικός», φησίν, «ἀρχὴ ἁμαρτίας καὶ δι' αὐτὴν ἀποθνήσκομεν πάντες.» Καὶ ὁ μακάριος δὲ Παῦλος «Ἀδάμ», φησίν, «οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε.» Πῶς οὖν βοηθὸς ἡ τῷ θανάτῳ τὸν ἄνδρα ὑποτάξασα; Πῶς βοηθὸς δι' ἧς οἱ υἱοὶ τοῦ Θεοῦ, μᾶλλον δὲ πάντες οἱ τὴν γῆν οἰκοῦντες τότε ἅμα θηρίοις καὶ πετεινοῖς καὶ τοῖς ἄλλοις ἅπασι ζῴοις κατακλυσθέντες ἀπώλοντο; Οὐχ αὕτη τὸν δίκαιον Ἰὼβ ἔμελλεν ἀπολλύναι, εἰ μὴ σφόδρα ἦν ἐκεῖνος ἀνήρ; Οὐκ αὐτὴ τὸν Σαμψὼν ἀπώλεσεν; Οὐ τὸ πᾶν Ἑβραίων γένος τελεσθῆναι τῷ Βεελφεγὼρ καὶ ταῖς συγγενικαῖς κατακοπῆναι χερσὶ παρεσκεύασε; Τὸν δὲ Ἀχαὰβ τίς μάλιστα τῷ διαβόλῳ παρέδωκε καὶ πρὸ τούτου τὸν Σολομῶντα μετὰ τὴν πολλὴν ἐκείνην σοφίαν καὶ εὐδοκίμησιν; Οὐ μέχρι καὶ νῦν πολλὰ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἀναπείθουσι προσκρούειν τῷ Θεῷ; Οὐ διὰ τοῦτό φησιν ὁ σοφὸς ἐκεῖνος ἀνήρ· «Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός»; Πῶς οὖν, φησίν, εἶπεν αὐτῷ ὁ Θεός· «Ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ»; Οὐδὲ γὰρ ψεύδεται ὁ Θεός. Οὐδὲ ἐγὼ τοῦτο ἂν εἴποιμι, ἄπαγε, ἀλλ' ἐγένετο μὲν ἐπὶ τούτῳ καὶ διὰ τοῦτο οὐκ ἠθέλησε δὲ μεῖναι ἐπὶ τῆς οἰκείας ἀξίας, καθάπερ οὖν οὐδὲ ὁ ταύτης ἀνήρ. Καὶ γὰρ ἐκεῖνον ὁ Θεὸς ἐποίησε κατ' εἰκόνα καὶ ὁμοίωσιν· «Ποιήσωμεν», γάρ φησιν, «ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν» ὥσπερ οὖν εἶπε «Ποιήσωμεν αὐτῷ βοηθόν.» Γενόμενος δὲ ἀμφότερα εὐθέως ἀπώλεσεν. Οὔτε γὰρ τὸ κατ' εἰκόνα οὔτε τὸ καθ' ὁμοίωσιν ἐφύλαξεν-πῶς γάρ; ἐνδοὺς ἐπιθυμίᾳ ἀτόπῳ καὶ ἀπάτῃ ἁλοὺς καὶ μὴ κρατήσας ἡδονῆς-, τό τε κατ' εἰκόνα καὶ ἄκοντος ἀφῃρέθη λοιπόν. Οὐ γὰρ μικρὸν αὐτοῦ τῆς ἀρχῆς ὁ Θεὸς ὑπετέμετο μέρος, τὸν φοβερὸν ἅπασι καθάπερ δεσπότην, ὥσπερ οἰκέτην ἀγνώμονα μετὰ τὸ προσκροῦσαι τῷ δεσπότῃ τοῖς ὁμοδούλοις ποιήσας εὐκαταφρόνητον. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καὶ τοῖς θηρίοις ἅπασιν ἐπίφοβος ἦν. Πάντα γὰρ πρὸς αὐτὸν ἤγαγεν ὁ Θεὸς καὶ οὐδὲν αὐτῷ λυμήνασθαι οὐδὲ ἐπιβουλεῦσαι ἐτόλμησεν· ἑώρα γὰρ ἐν αὐτῷ λάμπουσαν τὴν εἰκόνα τὴν βασιλικήν. Ἐπειδὴ δὲ τοὺς χαρακτῆρας ἐκείνους ἠμαύρωσε διὰ τῆς ἁμαρτίας καὶ ἀπὸ τῆς ἀρχῆς αὐτὸν ἐκείνης κατήγαγεν. Ὥσπερ οὖν τὸ μὴ πάντων αὐτὸν ἄρχειν τῶν ἐπὶ τῆς γῆς ἀλλ' ἔνια καὶ τρέμειν καὶ δεδοικέναι οὐ ψευδῆ τοῦ Θεοῦ ποιεῖ τὴν ἀπόφασιν τὴν λέγουσαν· «Καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς»· οὐ γὰρ παρὰ τὸν δεδωκότα ἀλλὰ παρὰ τὸν εἰληφότα ὁ τῆς ἐξουσίας ἀκρωτηριασμὸς γέγονεν. Οὕτως οὐδὲ αἱ παρὰ τῶν γυναικῶν ἐπιβουλαὶ εἰς τοὺς ἄνδρας γινόμεναι, ἐκείνῳ τῷ λόγῳ λυμαίνονται τῷ λέγοντι· «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν.» Ἐγένετο μὲν γὰρ εἰς τοῦτο, οὐκ ἔμεινε δὲ ἐν τούτῳ. Χωρὶς δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν ὅτι καὶ πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν καὶ πρὸς παίδων γονὴν καὶ πρὸς φυσικὴν ἐπιθυμίαν τὴν βοήθειαν ἐπιδείκνυται τὴν αὑτῆς· ὅταν δὲ μηκέτι καιρὸς ᾖ τοῦ παρόντος βίου μηδὲ παιδοποιΐας, μηδὲ ἐπιθυμίας, τί μάτην ἐνταῦθα μνημονεύεις βοηθοῦ; Τὴν γὰρ ἐν τοῖς ἐλαχίστοις συμβαλέσθαι