1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

33

49 ∆ιὰ τί ἀπὸ τῶν ἐν τῷ παρόντι ἡδέων εἰς τὴν παρθενίαν προτρέπει. Τί λέγεις; Πρὸς δαίμονάς με μάχεσθαι καλῶν- «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα»-, πρὸς μανίαν φύσεως ἑστάναι προτρέπων, μετὰ σαρκὸς καὶ αἵματος τὰ αὐτὰ ταῖς ἀσωμάτοις δυνάμεσι κατορθῶσαι παρακαλῶν, τῶν ἐν τῇ γῇ μεμνῆσαι καλῶν καὶ ὅτι θλῖψιν οὐχ ἕξομεν τὴν ἀπὸ τῶν γάμων; ∆ιὰ τί γὰρ οὐχ οὕτως εἶπεν· Ἐὰν γὰρ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε, τῶν δὲ ἀπὸ τῆς παρθενίας ἑαυτὴν ἀπεστέρησε στεφάνων, τῶν μεγάλων καὶ ἀπορρήτων δωρεῶν; ∆ιὰ τί μὴ διηγήσατο τὰ μετὰ τὴν ἀθανασίαν αὐταῖς ἀποκείμενα καλά, πῶς εἰς ἀπάντησιν τὰς λαμπάδας λαβοῦσαι μετὰ δόξης πολλῆς καὶ παρρησίας συνεισέρχονται εἰς τὸν νυμφῶνα τῷ βασιλεῖ; Πῶς μάλιστα πάντων πλησίον ἐκείνου τοῦ θρόνου καὶ τῶν παστάδων λάμπουσι τῶν βασιλικῶν; Ἀλλὰ τούτων μὲν οὐδὲ βραχεῖαν μνήμην πεποίηται ἄνω δὲ καὶ κάτω τῆς ἀπαλλαγῆς τῶν ἐν βίῳ μνημονεύει δυσχερῶν. «Νομίζω», φησί, «τοῦτο καλὸν ὑπάρχειν.» Καὶ ἀφεὶς εἰπεῖν, διὰ τὰ μέλλοντα ἀγαθά, λέγει· «∆ιὰ τὴν ἐνεστῶσαν ἀνάγκην.» Εἶτα πάλιν εἰπών· «Ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε», καὶ σιωπήσας τὰς ἐν τοῖς οὐρανοῖς δωρεάς, ὧν ἑαυτὴν ἀπεστέρησε, «Θλῖψιν», φησί, «τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι.» Καὶ οὐ μέχρι τούτου μόνον ἀλλὰ καὶ ἕως τέλους τὸ αὐτὸ ποιεῖ. Καὶ οὐ παρεισάγει τὸ πρᾶγμα ἀπὸ τῶν μελλόντων ἀγαθῶν ἀλλὰ πάλιν ἐπὶ τὴν αὐτὴν αἰτίαν καταφεύγει· «Ὁ καιρὸς συνεσταλμένος ἐστί» λέγων. Καὶ ἀντὶ τοῦ εἰπεῖν· θέλω ὑμᾶς ἀστράψαι ἐν τοῖς οὐρανοῖς καὶ πολλῷ λαμπροτέρους δειχθῆναι τῶν γεγαμηκότων, πάλιν τῶν ἐνταῦθα ἔχεται λέγων· «Θέλω ὑμᾶς ἀμερίμνους εἶναι.» Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ποιεῖ ἀλλὰ καὶ περὶ ἀνεξικακίας διαλεγόμενος ἐπὶ τὴν αὐτὴν τῆς συμβουλῆς ἦλθεν ὁδόν. Εἰπὼν γὰρ ὅτι «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν», καὶ πρᾶγμα τοσοῦτον ἐπιτάξας καὶ τῆς φύσεως βιάσασθαι τὴν ἀνάγκην κελεύσας καὶ πρὸς οὕτως ἀφόρητον παρατάξασθαι πυράν, ἐν τοῖς περὶ τῶν μισθῶν λόγοις σιωπήσας τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ ἐν τῇ τοῦ λελυπηκότος βλάβῃ τὴν ἀντίδοσιν ἵστησι. «Τοῦτο γάρ», φησί, «ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.» Τίνος οὖν ἕνεκεν τούτῳ τῆς παρακλήσεως κέχρηται τῷ τρόπῳ; Οὐ δι' ἄγνοιαν οὐδὲ διὰ τὸ μὴ εἰδέναι πῶς ἄν τις ἐπαγάγοιτο καὶ πείσειε τὸν ἀκροατὴν ἀλλὰ καὶ διὰ τὸ μάλιστα πάντων ἀνθρώπων ταύτην κατωρθωκέναι τὴν ἀρετήν, τὴν τοῦ πείθειν λέγω. Τοῦτο πόθεν δῆλον; Ἀπὸ τῶν εἰρημένων αὐτῷ. Πῶς καὶ τίνι τρόπῳ; Κορινθίοις διελέγετο- πρότερον γὰρ ὑπὲρ τῶν περὶ παρθενίας αὐτῷ διειλεγμένων ἐροῦμεν-Κορινθίοις, ἐν οἷς ἔκρινε μηδὲν εἰδέναι εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, οἷς οὐκ ἠδυνήθη λαλῆσαι ὡς πνευματικοῖς καὶ διὰ τὸ σαρκίνους εἶναι ἔτι γάλα ἐπότιζεν, οἷς καὶ ὅτε ταῦτα ἐπέστελλεν ἐνεκάλει λέγων· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε· ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε.» ∆ιὰ τοῦτο ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων, ἀπὸ τῶν ὁρωμένων, ἀπὸ τῶν αἰσθητῶν καὶ προτρέπει εἰς παρθενίαν αὐτοὺς καὶ ἀπάγει τοῦ γάμου. Συνεῖδε γὰρ τοῦτο καλῶς ὅτι τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς καὶ πρὸς τὴν γῆν ἔτι κύπτοντας ἀπὸ τῶν ἐν τῇ γῇ μᾶλλον ἐφελκύσαιτο ἄν τις καὶ προτρέψειε. ∆ιὰ τί γάρ, εἰπέ μοι, πολλοὶ τῶν ἀγροικοτέρων ἔτι καὶ παχύτερον διακειμένων τὸν μὲν Θεὸν καὶ ἐπὶ μικροῖς καὶ ἐπὶ μεγάλοις καὶ ὀμνύουσι καὶ ἐπιορκοῦσιν ἀδεῶς, ἐπὶ δὲ τῆς τῶν παίδων κεφαλῆς οὐδ' ἂν ὀμόσαι ἕλοιντο τὴν ἀρχήν; Καίτοι γε καὶ ἡ ἐπιορκία καὶ ἡ κόλασις πολλῷ μείζων ταυτῆς ἐκείνη, ἀλλ' ὅμως τούτῳ μᾶλλον ἢ ἐκείνῳ τῷ ὅρκῳ κατέχονται. Καὶ πρὸς τὸ βοηθῆσαι δὲ πένησιν οὐχ οὕτως αὐτοὺς οἱ τῆς βασιλείας διεγείρουσι λόγοι, καίτοι γε συνεχῶς ἐνηχούμενοι, ὡς τὸ χρηστὸν ἐλπίσαι τι κατὰ τὸν παρόντα βίον ἢ ὑπὲρ παίδων ἢ ὑπὲρ ἑαυτῶν. Τότε γοῦν μάλιστα φιλότιμοι γίνονται περὶ τὰς τοιαύτας ἐπικουρίας, ὅταν ἐκ μακρᾶς ἀνενέγκωσι νόσου, ὅταν κίνδυνον διαφύγωσιν, ὅταν δυναστείας τινὸς ἐπιτύχωσι καὶ ἀρχῆς· καὶ ὅλως τοὺς πλείονας