1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

35

πολλῇ καὶ διαφόρῳ δαπάνῃ λειτουργοῦντες τῇ σαρκὶ πολλὴν ἀπὸ ταύτης παρέχουσιν αὐτῇ τὴν τρυφήν.

50 Ὅτι καὶ ἐν τῇ παλαιᾷ καὶ ἐν τῇ καινῇ παράνομον ἡ τρυφή. Μάλιστα μὲν οὐδὲ ταῦτα ἐφίεται τῷ γάμῳ. Τὴν γὰρ τῆς μίξεως μόνης ἄδειαν, οὐχὶ δὲ καὶ τὴν τῆς τρυφῆς παρέχειν ἡμῖν εἴωθε. Καὶ μάρτυς ὁ μακάριος Παῦλος οὑτωσὶ λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.» Εἰ δὲ περὶ χηρῶν ταῦτα εἴρηται, ἄκουσον καὶ περὶ τῶν γεγαμηκότων τί φησι· «Γυναῖκας ὡσαύτως ἐν καταστολῇ κοσμίῳ μετὰ πάσης αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν.» Καὶ οὐκ ἐνταῦθα δὲ μόνον ἀλλὰ καὶ ἑτέρωθι ἴδοι τις ἂν πολὺν αὐτὸν ποιούμενον τὸν λόγον ὑπὲρ τοῦ μηδ' ὅλως εἶναι τούτων ἡμῖν περισπούδαστον. «Ἔχοντες», γάρ φησι, «διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.» Καὶ τί λέγω Παῦλον, ὅς, ὅτε τῆς ἄκρας φιλοσοφίας ἦν ὁ καιρὸς καὶ πολλὴ ἡ τοῦ πνεύματος χάρις, ἔλεγε ταῦτα; Ὁ γὰρ Ἀμὼς ὁ προφήτης τοῖς νηπίοις Ἰουδαίοις διαλεγόμενος, ἐφ' ὧν καὶ τρυφὴ συγκεχώρητο καὶ πολυτέλεια καὶ πάντα ὡς εἰπεῖν τὰ περιττά, ἄκουσον πῶς σφόδρα καθάπτεται τῶν τῇ τρυφῇ προσκειμένων λέγων· «Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων· οἱ πίνοντες τὸν διϋλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι· ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα.»

51 Ὅτι εἰ καὶ ἐφεῖτο τρυφᾶν ἱκανὰ τὰ τοῦ γάμου λυπηρὰ ταύτην ἀφανίσαι τὴν ἡδονήν. Ὅπερ οὖν ἔφην, μάλιστα μὲν οὐκ ἐφεῖτο τρυφᾶν, εἰ δὲ καὶ μηδὲν τούτων κεκώλυτο, ἀλλὰ πάντα συγκεχώρητο, ἔστιν ἕτερα τούτων ἀντίρροπα εἰς ἀθυμίας καὶ ὀδύνης λόγον, μᾶλλον δὲ οὕτω πλείονα καὶ μείζω ὡς μηδὲ μικρὰν ἀπὸ τούτων ἡμᾶς λαμβάνειν τὴν αἴσθησιν ἀλλ' ἐκποδὼν πᾶσαν γίνεσθαι τὴν ἐξ αὐτῶν ἡδονήν.

52 Ὅσον ἡ ζηλοτυπία κακόν. Εἰ γάρ τις, εἰπέ μοι, φύσει ζηλότυπος ὢν τύχοι, ἢ καὶ ἔκ τινος προφάσεως οὐκ ἀληθοῦς τούτῳ ληφθείη τῷ κακῷ τί τῆς τοιαύτης ψυχῆς ἐλεεινότερον γένοιτ' ἄν; Ποῖον πόλεμον, τίνα χειμῶνα τῇ τοιαύτῃ παραβάλλοντες οἰκίᾳ ἀκριβῶς ἐπιτυχεῖν δυνησόμεθα τῆς εἰκόνος; Πάντα ὀδύνης μεστά, πάντα ὑποψίας καὶ στάσεως καὶ ταραχῆς. Τῶν γὰρ δαιμονώντων ἢ φρενίτιδι κατεχομένων νόσῳ οὐδὲν ἄμεινον διάκειται ὁ ταύτῃ τῇ μανίᾳ πληγείς. Οὕτω συνεχῶς ἐξάλλεται καὶ ἀποπηδᾷ καὶ δυσχεραίνει πρὸς ἅπαντας καὶ εἰς τοὺς παρόντας ἁπλῶς καὶ ἀνευθύνους ἀφίησιν ἀεὶ τὴν ὀργήν, κἂν δοῦλος ᾖ κἂν υἱὸς κἂν ὁστισοῦν ἕτερος. Καὶ ἡδονὴ μὲν ἀπελήλαται πᾶσα, κατηφείας δὲ ἅπαντα γέμει καὶ πένθους καὶ ἀηδίας. Κἂν οἴκοι μένῃ, κἂν εἰς ἀγορὰν ἐμβάλῃ, κἂν ἀποδημίαν στέλληται, πανταχοῦ τὸ δεινὸν ἀπέτεκεν θανάτου παντὸς χαλεπώτερον παρακνίζον καὶ ἐρεθίζον αὐτοῦ τὴν ψυχὴν καὶ οὐ συγχωροῦν ἠρεμεῖν. Οὐ γὰρ ἀθυμίαν μόνον αὕτη ἡ νόσος ἀλλὰ καὶ θυμὸν ἀφόρητον τίκτειν εἴωθε. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ μὲν ἱκανὸν ἀπολέσαι τὸν ἁλόντα· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντα πολιορκῇ, συνεχῶς αὐτὸν πιέζοντα καὶ οὐδὲ βραχὺν ἀναπνεῖν συγχωροῦντα καιρόν, πόσων τοῦτο θανάτων οὐ χαλεπώτερον; Ἄν τε γὰρ πενίαν εἴποι τις τὴν ἐσχάτην, ἄν τε νόσον ἀνίατον ἄν τε πῦρ ἄν τε σίδηρον, οὐδὲν ἴσον ἐρεῖ καὶ τοῦτο οἱ πεῖραν λαβόντες ἴσασι μόνοι καλῶς· λόγος γὰρ οὐδεὶς ἂν παραστήσειε τοῦ δεινοῦ τὴν ὑπερβολήν. Ὅταν γὰρ τὴν μάλιστα πάντων ἀγαπωμένην καὶ ὑπὲρ ἧς ἂν ἡδέως καὶ τὴν ψυχὴν προοῖτο, ταύτην ἀναγκάζηται δι' ὑποψίας ἔχειν ἀεί, τί τῶν ἁπάντων