1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

37

ἐκεῖνος μὲν ῥᾷον διακείσεται τῆς γυναικός, τὸ δὲ πλέον τῆς ὀδύνης πάλιν ἐπὶ τὴν ἀθλίαν ἐκείνην μετέπεσεν. Οὔτε γὰρ τοῖς αὐτοῖς ὅπλοις χρήσασθαι ἐπὶ τὸν ὑποπτευθέντα δυνήσεται. Τίς γὰρ ἀνέξεται γυναικὸς κελευούσης οἴκοι μένειν διὰ παντός; Τίς δὲ τὸν δεσπότην τολμήσει παρατηρεῖσθαι τῶν οἰκετῶν καὶ οὐκ εὐθέως ἐπὶ τὸ βάραθρον ἀπαχθήσεται; Οὔτε οὖν τούτοις δυνήσεται ἑαυτὴν παραμυθήσασθαι τοῖς μηχανήμασιν οὔτε γοῦν τὴν ὀργὴν διὰ τῶν ῥημάτων ἐξενεγκεῖν, ἀλλ' ἅπαξ μὲν αὐτὴν ἴσως χαλεπαίνουσαν οἴσει καὶ δὶς ὁ ἀνήρ. Ἐὰν δὲ ἐπιμείνῃ συνεχῶς ἐγκαλοῦσα, διδάξει ταχέως αὐτὴν ὅτι βέλτιον σιγῇ τὰ τοιαῦτα φέρειν καὶ τήκεσθαι. Καὶ ταῦτα μὲν ἐν ταῖς ὑποψίαις· ὅταν δὲ ἀληθὲς ὂν τύχῃ τὸ δεινόν, τὴν μὲν γυναῖκα οὐδεὶς ἐξαιρήσεται τῶν τοῦ ἠδικημένου χειρῶν, ἀλλ' ἔχων αὐτῷ βοηθοῦντας τοὺς νόμους τὴν ἁπάντων αὐτῷ φιλτάτην εἰς δικαστήριον ἀγαγὼν κατέσφαξεν. Ὁ δὲ ἀνὴρ τὴν μὲν ἀπὸ τῶν νόμων διαφεύγει τιμωρίαν, τὴν δὲ ἄνωθεν καὶ τῇ τοῦ Θεοῦ τετήρηται ψήφῳ. Ἀλλ' οὐχ ἱκανὸν τοῦτο παραμυθήσασθαι τὴν ἀθλίαν ἐκείνην, ἀλλ' ἀνάγκη μακρόν τινα καὶ ἐλεεινὸν ὑπομένειν θάνατον, τὸν ἀπὸ τῶν μαγγάνων, τὸν ἀπὸ τῶν φαρμάκων ἅπερ αἱ πορνευόμεναι γυναῖκες κατασκευάζουσιν. Εἰσὶ δὲ αἷς οὔτε ἐπιβουλῆς ἐπὶ τὰς ἠδικημένας ἐδέησεν ἀλλ' ἔφθασαν ἐκεῖναι προαναρπασθεῖσαι τῇ τῆς ἀθυμίας σφοδρότητι. Ὥστε εἰ καὶ πάντες ἄνδρες ἐπέτρεχον τῷ γάμῳ, τὰς γυναῖκας οὐκ ἐχρῆν αὐτὸν διώκειν. Οὔτε γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς τοσαύτη παρ' αὐταῖς τῆς ἐπιθυμίας ἡ τυραννὶς καὶ τῶν τοῦ πράγματος κακῶν τὸ πλέον αὐταὶ καρποῦνται μέρος, ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξε. Τί οὖν; φησίν, ἅπασι τοῦτο πρόσεστι τοῖς γάμοις; Ἀλλ' οὐδὲ πάντων ἄπεστι, παρθενίας δὲ πόρρω καὶ μακρὰν πάσης ἐστί. Καὶ ἡ μὲν γαμηθεῖσα κἂν μὴ τῷ δεινῷ περιπέσῃ ἀλλὰ τῇ τοῦ δεινοῦ προσδοκίᾳ περιπεσεῖται. Οὐ γὰρ ἔστι τὴν ἀνδρὶ μέλλουσαν ὁμιλεῖν μὴ μετὰ τῆς ὁμιλίας πάντα ἀναλογίζεσθαι καὶ δεδοικέναι τὰ δεινά. Ἡ δὲ παρθένος οὐ μόνον τῶν δυσχερῶν πραγμάτων ἀλλὰ καὶ τῆς ὑποψίας ἀπήλλακται. Οὐ πρόσεστι τοῦτο πᾶσι τοῖς γάμοις. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ἀλλ' ἐὰν τοῦτο μὴ προσῇ, πολλὰ ἕτερα πρόσεστι, κἂν ἐκεῖνά τις διαφύγῃ, πάντα ἁπλῶς διαφυγεῖν οὐ δυνήσεται. Ἀλλ' ὥσπερ ἐπὶ τῶν ἀκανθῶν τῶν τοῖς ἱματίοις προσπηγνυμένων ἐν τῷ τὰς αἱμασιὰς διαβαίνειν, ὅταν ἐπιστραφῇ τις τὴν μίαν ἐξελεῖν, ἑτέραις κατέχεται πλείοσιν, οὕτω καὶ ἐπὶ τῶν τοῦ γάμου πραγμάτων ὁ τοῦτο διαδρὰς ἐκείνῳ περιπείρεται πάλιν, καὶ ὁ τοῦτο διαδὺς ἄλλῳ προσέπταισε, καὶ ὅλως οὐκ ἔνι γάμον πάσης εὑρεῖν ἀηδίας ἐλεύθερον.

53 Ὅτι τὸ ἀπὸ πλουσίων γαμεῖν οὐ ζηλωτὸν ἀλλὰ τοῦ ἀπὸ πενήτων χαλεπώτερον. Ἀλλά, εἰ βούλει, τὰ δυσχερῆ τέως ἀφέντες τὸ δοκοῦν εἶναι ἐν αὐτῷ μακαριστὸν καὶ οὗ πολλοὶ πολλάκις, μᾶλλον δὲ πάντες εὔχονται ἐπιτυχεῖν, τοῦτο ἀγαγόντες εἰς μέσον ἐξετάσωμεν νῦν. Τί δὴ τοῦτό ἐστιν; Τὸ πένητα ὄντα καὶ εὐτελῆ καὶ ταπεινὸν ἀπὸ μεγάλων καὶ δυνατῶν καὶ πολλὰ χρήματα κεκτημένων γυναῖκα λαβεῖν. Ἀλλὰ τοῦτο τὸ ζηλωτὸν ἐκείνου τοῦ ἀπευκτοῦ οὐκ ἐλάττους εὑρήσομεν ἔχον συμφοράς. Ἔστι μὲν γὰρ καὶ ἄλλως τὸ τῶν γυναικῶν γένος ὑπεροπτικὸν καὶ ἀσθενέστερον, διὸ καὶ μᾶλλον ὑπὸ τοῦ πάθους ἁλίσκεται. Ὅταν δὲ καὶ ἀφορμὰς ἔχῃ τῆς ὑπεροψίας πολλάς, οὐδέν ἐστι τὸ κατέχον αὐτάς. Ἀλλ' ὥσπερ ὕλης τινὸς λαβομένη φλὸξ οὕτως εἰς ὕψος ἄφατον αἴρονται καὶ τὴν τάξιν ἀντιστρέφουσι καὶ πάντα ἄνω καὶ κάτω ποιοῦσιν. Οὐ γὰρ ἀφίησιν ἐν τῇ τῆς κεφαλῆς χώρᾳ μένειν τὸν ἄνδρα ἡ γυνή, ἀλλ' ὑπὸ φρονήματος καὶ ἀπονοίας ἀπωσαμένη τῆς τάξεως αὐτὸν ἐκείνης καὶ εἰς τὴν αὐτῇ προσήκουσαν ἄγουσα τὴν τῆς ὑποταγῆς, αὐτὴ γίνεται κεφαλὴ καὶ ἀρχή. Τί οὖν ταύτης τῆς ἀνωμαλίας χεῖρον γένοιτ' ἄν; Καὶ σιωπῶ τὰ ὀνείδη, τὰς ὕβρεις, τὰς ἀηδίας, ἃ πάντων ἐστὶν ἀφορητότερα.

54 Ὅτι κἂν δυνηθῇ τις τὴν πλουτοῦσαν ὑποτάξαι γυναῖκα μείζων ἡ ἀηδία. Εἰ δὲ λέγοι τις-καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων ἐγώ, ὅταν τοιοῦτοι γίνωνται λόγοι-·