1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

39

διέφυγον, τούτους διὰ τῆς προσδοκίας ἠνίασε. Παρθένος δὲ πᾶσα καὶ τῆς πείρας καὶ τῆς προσδοκίας ἕστηκεν ἀνωτέρω.

57 Περὶ τῶν παντὶ γάμῳ προσόντων λυπηρῶν. Πλὴν ἀλλ' εἰ δοκεῖ ἐκεῖνα ἀφέντες, ἃ συγκεκλήρωται φύσει τῷ γάμῳ καὶ ἅπερ οὐδεὶς ἂν οὔτε ἑκὼν οὔτε ἄκων διαφύγοι, ταῦτα ἐπισκεψώμεθα νῦν. Τίνα οὖν ἐστι ταῦτα; Ὠδῖνες καὶ τόκοι καὶ παιδία. Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν καὶ τὰ πρὸ τοῦ γάμου καταμάθωμεν ὡς δυνατόν. Μετὰ ἀκριβείας γὰρ οἱ παθόντες ἴσασι μόνοι. Ἐπέστη τῆς μνηστείας ὁ καιρός, καὶ φροντίδες εὐθέως ἐπάλληλοι καὶ ποικίλαι, τίνα ἄρα λήψεται ἄνδρα μὴ δυσγενῆ, μὴ τῶν ἀτίμων τινά, μὴ αὐθάδη, μὴ ἀπατεῶνα, μὴ ἀλαζόνα, μὴ θρασύν, μὴ ζηλότυπον, μὴ σμικρολόγον τινά, μὴ εὐήθη, μὴ πονηρόν, μὴ σκληρόν, μὴ ἄνανδρον. Ταῦτα γὰρ ἅπαντα συμβαίνειν μὲν οὐκ ἀνάγκη ταῖς γαμουμέναις ἁπάσαις, μεριμνᾶν δὲ ἀνάγκη καὶ φροντίζειν ἅπαντα. Οὔπω γὰρ ὄντος τοῦ κληρωθησομένου δήλου ἀλλ' ἔτι τῆς ἐλπίδος μετεώρου μενούσης πάντα ἡ ψυχὴ δέδοικε καὶ τρέμει καὶ οὐδέν ἐστιν ὅπερ οὐ λογίζεται τούτων. Εἰ δὲ λέγοι τις ὅτι καὶ τὰ ἐναντία προσδοκῶσα εὐφραίνεσθαι δύναιτ' ἄν, εὖ ἴστω ὅτι οὐχ οὕτως ἡμᾶς αἱ τῶν ἀγαθῶν ἐλπίδες παραμυθοῦνται, ὡς αἱ τῶν πονηρῶν προσδοκίαι λυποῦσι. Τὰ μὲν γὰρ ἀγαθὰ ὅταν ἐλπισθῇ βεβαίως, τότε μόνον τίκτει τὴν ἡδονήν, τὰ κακὰ δὲ κἂν ὑποπτευθῇ μόνον, εὐθέως συνέχεε καὶ συνετάραξε τὴν ψυχήν. Ὥσπερ δὲ ἐπὶ τῶν ἀνδραπόδων ἡ τῶν ἐσομένων ἀδηλία δεσποτῶν οὐκ ἀφίησιν ἠρεμῆσαι τὴν ἐκείνων ψυχήν, οὕτως καὶ ἐπὶ τῶν παρθένων πάντα τὸν ἀπὸ τῆς μνηστείας καιρὸν χειμαζομένῳ πλοίῳ προσέοικεν αὐτῶν ἡ ψυχή, καθ' ἑκάστην ἡμέραν τῶν γονέων τοὺς μὲν ἐγκρινόντων, τοὺς δὲ ἐκβαλλόντων. Τὸν γὰρ νικήσαντα χθὲς τῶν μνηστήρων σήμερον παρευδοκίμησεν ἕτερος καὶ τοῦτον πάλιν ἐξέβαλεν ἄλλος. Ἔστι δὲ ὅτε καὶ πρὸς αὐταῖς τοῦ γάμου ταῖς θύραις ὁ μὲν προσδοκηθεὶς νυμφίος κεναῖς ἀπήλλακται χερσί, τῷ δὲ μὴ ἐλπισθέντι τὴν κόρην παρέδωκαν οἱ γονεῖς. Οὐ γυναῖκες δὲ μόνον ἀλλὰ καὶ ἄνδρες χαλεπὰς ἔχουσι τὰς φροντίδας. Τούτους μὲν γὰρ καὶ πολυπραγμονεῖν ἔνεστι, τὴν δὲ ἔνδον συγκεκλεισμένην διὰ παντὸς πῶς ἄν τις περιεργάσαιτο ἢ τρόπων ἕνεκεν ἢ μορφῆς; Καὶ ταῦτα μὲν κατὰ τὸν τῆς μνηστείας καιρόν, ὅταν δὲ ὁ τοῦ γάμου παραγένηται, ἐπιδίδωσιν ἡ ἀγωνία καὶ τῆς ἡδονῆς πλείων ὁ φόβος, μήποτε ἀπ' αὐτῆς τῆς ἑσπέρας ἀηδής τις εἶναι δόξῃ καὶ τῆς προσδοκίας πολλῷ καταδεεστέρα. Τὸ μὲν γὰρ παρὰ τὴν ἀρχὴν εὐδοκιμήσασαν ὕστερον καταφρονηθῆναι φορητόν· ὅταν δὲ ἀπ' αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς φαίνηται προσκορής, πότε δυνήσεται θαυμασθῆναι λοιπόν; Καὶ μή μοι τοῦτο εἴπῃς· τί δαὶ ἂν εὔμορφος οὖσα τύχῃ; Οὐδὲ γὰρ οὕτω ταύτης ἀπήλλακται τῆς φροντίδος. Πολλαὶ γοῦν διαλάμψασαι σφόδρα κατὰ τὴν τοῦ σώματος ὥραν οὐκ ἴσχυσαν ἄνδρας ἑλεῖν τοὺς αὑτῶν, ἀλλὰ ἀφέντες αὐτὰς ἐκεῖνοι ταῖς σφόδρα λειπομέναις αὐτῶν ἐξέδωκαν ἑαυτούς. Καὶ ταύτης δὲ τῆς φροντίδος λυθείσης ἑτέρα πάλιν ἐπεισέρχεται· τὰς γὰρ ἀηδίας τὰς ἐν τῇ τῆς προικὸς καταβολῇ ὅ τε κηδεστὴς οὐ μετὰ προθυμίας ἀποδιδούς, ἅτε προῖκα κατατιθείς, ὅ τε νυμφίος πάντα μὲν ἀπολαβεῖν σπεύδων, τὴν δὲ εἴσπραξιν μετὰ αἰδοῦς ποιεῖσθαι ἀναγκαζόμενος, ἥ τε γυνὴ ἐν τῇ τῆς ἐκτίσεως ἀναβολῇ αἰσχυνομένη καὶ ἐρυθριῶσα τὸν ἄνδρα παντὸς μᾶλλον ἀγνώμονος ὀφειλέτου τυχοῦσα πατρός- παρίημι νῦν. Ἀλλὰ γὰρ ἐκείνης τῆς φροντίδος λυθείσης ὁ τῆς ἀπαιδίας εὐθέως ἐπεισέρχεται φόβος καὶ πρὸς τούτῳ πάλιν ἡ τῆς πολυπαιδίας φροντὶς καὶ οὐδενὸς ὄντος τούτων οὐδέπω φανεροῦ ταῖς ἀμφοτέρων ἐξ ἀρχῆς ταράττονται φροντίσι. Κἂν μὲν εὐθέως κυήσῃ, μετὰ φόβου πάλιν ἡ χαρά· οὐδὲν γὰρ τῶν ἐν τῷ γάμῳ φόβου χωρίς. Ὁ δὲ φόβος, μήποτε γενομένης ἀμβλώσεως διαφθαρῇ μὲν τὸ συλληφθέν, κινδυνεύσει δὲ περὶ τῶν ἐσχάτων ἡ κύουσα. Ἂν δὲ πολὺς μεταξὺ γένηται χρόνος, ἀπαρρησίαστος ἡ γυνὴ ὥσπερ αὐτὴ κυρία οὖσα τοῦ τεκεῖν. Ὅταν δὲ ὁ τοῦ τόκου καιρὸς ἐπιστῇ διακόπτουσι μὲν καὶ διασπῶσι τὴν ἐπὶ τοσούτῳ χρόνῳ πονηθεῖσαν νηδὺν ὠδῖνες, αἳ