1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

40

καὶ μόναι ἱκαναὶ πάντα συσκιάσαι τὰ τοῦ γάμου χρηστά. Θορυβοῦσι δὲ αὐτὴν καὶ ἄλλαι μετὰ τούτων φροντίδες. Ἡ γὰρ ἀθλία καὶ ταλαίπωρος κόρη καίτοι οὕτω σφοδρῶς ὑπὸ τῶν ἀλγηδόνων ἐκείνων κατατεινομένη, δέδοικε τούτων οὐχ ἧττον, μήποτε λελωβημένον καὶ ἀνάπηρον ἀντὶ ἀρτίου καὶ ὑγιοῦς προέλθῃ, μήποτε ἀντὶ ἄρρενος θῆλυ. Καὶ γὰρ καὶ αὕτη οὐχ ἧττον αὐτὰς τῶν ὠδίνων ἡ ἀγωνία θορυβεῖ τότε· οὐδὲ γὰρ ἐν οἷς εἰσιν ὑπεύθυνοι μόνον ἀλλὰ καὶ ὧν τῆς αἰτίας ἀφίενται κἀν τούτοις δεδοίκασι τοὺς ἄνδρας οὐκ ἔλαττον ἢ ἐν ἐκείνοις, καὶ τὴν ἰδίαν ἀσφάλειαν ἀφεῖσαι σκοπεῖν ἐν τοσούτῳ κινδύνῳ, μεριμνῶσι μή τι τἀνδρὶ τῶν ἀβουλήτων γένηται. Τοῦ δὲ παιδίου πεσόντος εἰς τὴν γῆν καὶ πρώτην ἀφέντος φωνὴν ἕτεραι πάλιν διαδέχονται φροντίδες, ὑπὲρ τῆς σωτηρίας καὶ τῆς ἀνατροφῆς. Κἂν μὲν εὐφυὲς ὂν τύχῃ καὶ πρὸς ἀρετὴν ἐπιτήδειον, πάλιν ἐν φόβοις οἱ τεκόντες μή τι πάθῃ δεινὸν τὸ τεχθέν, μὴ θάνατον ἄωρον ὑποστῇ, μὴ μεταβάλῃ πρὸς κακίαν τινά. Οὐδὲ γὰρ ἐκ πονηρῶν χρηστοὶ γίνονται μόνον, ἀλλὰ καὶ ἀπὸ σπουδαίων φαῦλοι καὶ πονηροί. Κἂν μὲν τούτων τι γένηται τῶν ἀπευκτῶν, ἀφορητοτέραν ἔχει τὴν λύπην ἢ εἰ παρὰ τὴν ἀρχὴν ταῦτα συνέπεσεν. Ἐὰν δὲ ἅπαντα μένῃ τὰ χρηστὰ βέβαια, ὁ γοῦν ἀπὸ τῆς μεταβολῆς ἀεὶ πάρεστιν αὐτοῖς φόβος κατασείων τὴν ψυχὴν τῶν τεκόντων καὶ πολὺ τῆς ἡδονῆς ὑποτεμνόμενος μέρος. Ἀλλ' οὐ πᾶσι τοῖς γεγαμηκόσι παῖδας ἔχειν συμβαίνει. Οὔκουν ἑτέραν ὁμολογεῖς πάλιν ἀθυμίας ὑπόθεσιν; Ὅταν οὖν καὶ παίδων ὄντων καὶ οὐκ ὄντων καὶ χρηστῶν γενομένων καὶ πονηρῶν διαφόροις συνέχωνται λύπαις καὶ φροντίσι, πόθεν λοιπὸν ἡδίστην καλέσομεν τὴν ἐν τῷ γάμῳ ζωήν; Πάλιν ἂν μὲν ὁμονοοῦντες οἱ συνοικοῦντες διατελῶσι, φόβος μὴ θάνατος ἐμπεσὼν διακόψῃ τὴν ἡδονήν, μᾶλλον δὲ οὐκέτι φόβος τοῦτο μόνον, οὐδὲ μέχρι προσδοκίας τὸ δεινὸν ἀλλὰ καὶ εἰς ἔργον αὐτὸ προελθεῖν πάντως ἀνάγκη. Οὐδεὶς γὰρ ἔσχεν ἐπιδεῖξαί ποτε ἐν ἡμέρᾳ μιᾷ ἀμφοτέρους τελευτήσαντας· τούτου δὲ οὐκ ὄντος δυνάτου τὸ λειπόμενον ἀνάγκη πολὺ τοῦ θανάτου χαλεπωτέραν ὑπομένειν ζωήν, ἄν τε πολὺν τύχῃ συνῳκηκὼς χρόνον ἄν τε ὀλίγον. Ἐκεῖνος μὲν γὰρ ὅσῳ πλείονα τὴν πεῖραν ἔλαβε, τοσούτῳ μείζονα ἔχει τὴν ὁδύνην τῆς πολλῆς συνηθείας ἀφόρητον ποιούσης τὸν χωρισμόν. Ὁ δὲ πρὶν ἢ γεύσασθαι καὶ ἐμπλησθῆναι τῆς φιλίας, ἀκμαζούσης ἔτι τῆς ἐπιθυμίας, αὐτὴν ἀφαιρεθεὶς αὐτὸ τοῦτο μᾶλλον ἐκείνου πενθεῖ, καὶ ἐξ ὑποθέσεων ἐναντίων ἴσοις ἀμφότεροι συνέχονται τοῖς λυπηροῖς. Τί δὲ χρὴ λέγειν τοὺς ἐν τῷ μεταξὺ γινομένους χωρισμούς, τὰς μακρὰς ἀποδημίας, τὰς συνεζευγμένας αὐτοῖς ἀγωνίας, τὰς νόσους; Καὶ τί τοῦτο πρὸς τὸν γάμον; φησί. Μάλιστα μὲν καὶ ἀπὸ τῆς αἰτίας τῆς τούτου πολλαὶ πολλάκις ἠρρώστησαν. Καὶ γὰρ ὑβρισθεῖσαι καὶ ὀργισθεῖσαι τότε μὲν ὑπὸ τοῦ θυμοῦ, τότε δὲ ὑπὸ τῆς ἀθυμίας πολλοὺς ἔτεκον πυρετούς. Ἐὰν δὲ καὶ παρόντος μηδὲν πάθωσι τοιοῦτον ἀλλὰ προσηνοῦς ἀπολαύσωσι διὰ παντός, ὑπὸ τῆς ἀποδημίας εἰς ταῦτα πάλιν περιίστανται τὰ κακά. Πλὴν ἀλλὰ ταῦτα πάντα παρείσθω καὶ μηδὲν ἐγκαλῶμεν τῷ γάμῳ, ἀλλ' οὐχὶ μετὰ τούτων κἀκείνης αὐτὸν ἀπαλλάξαι δυνησόμεθα τῆς αἰτίας. Ποίας δὴ ταύτης; Ὅτι τὸν ὑγιαίνοντα οὐδὲν ἀφίησιν ἄμεινον τοῦ κάμνοντος διακεῖσθαι ἀλλ' εἰς τὴν αὐτὴν τῷ κειμένῳ καθίστησιν ἀθυμίαν.

58 Ὅτι οὐδὲν μέγα ὁ γάμος κἂν πάντα διαφύγῃ τὰ λυπηρά. Βούλει καὶ ταῦτα πάντα ἐκβαλόντες θῶμεν τῷ λόγῳ τὰ ἀδύνατα καὶ συγχωρήσωμεν γενέσθαι γάμον πάντα ὅμου ἔχοντα τὰ ἀγαθά, πολυπαιδίαν, εὐπαιδίαν, πλοῦτον, γυναικὸς σωφροσύνην, κάλλος, σύνεσιν, ὁμόνοιαν, γῆρας μακρόν; Προσέστω καὶ γένους περιφάνεια καὶ δυναστείας μέγεθος καὶ μηδὲ τὸ κοινὸν τοῦτο τῆς φύσεως ὀχλείτω πάθος ὁ φόβος τῆς τούτων μεταβολῆς, ἀλλ' ἐξαιρείσθω πᾶσα μὲν ἀθυμίας ὑπόθεσις, πᾶσα δὲ φροντίδος καὶ μερίμνης ἀφορμὴ καὶ μήτε ἄλλη τις αἰτία μήτε θάνατος ἄωρος διαζευγνύτω τὸν γάμον, ἀλλὰ καὶ τοῦτον ἐν μιᾷ πάντες δεχέσθωσαν ἡμέρᾳ ἢ ὃ τούτων πολλῷ μακαριώτερον εἶναι δοκεῖ, μενέτωσαν μὲν οἱ παῖδες κληρονόμοι,