1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

49

ἁγιωσύνῃ τῇ κατὰ σῶμα καὶ κατὰ πνεῦμα. «Ἡ δὲ γαμηθεῖσα», φησί, «μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί.» Σφόδρα συνετῶς οὐκ ἦλθεν ἐπὶ τὴν τῶν πραγμάτων αὐτῶν ἐξέτασιν οὐδὲ εἶπεν ὅσα πάσχουσι γυναῖκες ὑπὲρ τῆς εἰς τοὺς ἄνδρας ἀρεσκείας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸ μὲν βασανίζουσαι καὶ κονιῶσαι καὶ ἑτέραις κολάσεσι κατατείνουσαι, τὴν δὲ ἀνελευθερίας, κολακείας, ὑποκρίσεως, μικροψυχίας, φροντίδων περιττῶν καὶ ἀνονήτων πληροῦσαι. Ἀλλὰ μιᾷ ῥήσει πάντα ταῦτα αἰνιξάμενος ἀφῆκε τῷ συνειδότι τῶν ἀκουόντων αὐτὰ ἀναλογίσασθαι, καὶ δείξας οὕτω τῆς παρθενίας τὴν ὑπεροχὴν καὶ πρὸς αὐτὸν ἄρας αὐτὴν τὸν οὐρανόν, πάλιν μετατίθησιν ἐπὶ τὴν τοῦ γάμου συγχώρησιν τὸν λόγον, πανταχοῦ δεδοικὼς μή τις τὸ πρᾶγμα ἐπίταγμα εἶναι νομίσῃ. ∆ιόπερ οὐδὲ ἠρκέσθη ταῖς προτέραις παραινέσεσιν ἀλλ' εἰπών· «Ἐπιταγὴν κυρίου οὐκ ἔχω», καὶ «Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε», πάλιν ἐνταῦθά φησιν· «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω.»

76 Ὅτι οὐχ ἡ παρθενία βρόχος ἀλλὰ τὸ ἡμῖν ἀπρόθυμον. Ὑπὲρ οὗ καὶ διαπορήσειεν ἄν τις εἰκότως, πῶς ἀνωτέρω λύσιν δεσμῶν τὸ πρᾶγμα καλῶν καὶ πρὸς τὸ συμφέρον ἡμῖν αὐτὸ συμβουλεύειν λέγων, καὶ ἵνα θλῖψιν μὴ ἔχωμεν καὶ ἵνα ἀμέριμνοι ὦμεν καὶ ἐπειδὴ φείδεται ἡμῶν καὶ διὰ τούτων ἁπάντων δεικνὺς τὸ κοῦφον αὐτοῦ καὶ φορητὸν ἐνταῦθά φησιν· «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω;» Τί οὖν ἐστιν; Οὐ τὴν παρθενίαν βρόχον ἐκάλεσεν-ἄπαγε-ἀλλὰ τὸ μετὰ βίας καὶ ἀνάγκης αἱρεῖσθαι τοῦτο τὸ καλόν. Καὶ γὰρ οὕτως ἔχει. Πᾶν ὅπερ ἂν βιαζόμενος καὶ μετὰ τοῦ μὴ βούλεσθαι καταδέχηταί τις, κἂν σφόδρα κοῦφον ᾖ, πάντων ἀφορητότερον γίνεται καὶ ἀγχόνης χαλεπώτερον τὴν ἡμετέραν ἀποπνίγει ψυχήν. ∆ιὰ τοῦτο εἶπεν· «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω», τοῦτό ἐστιν· ἅπαντα τὰ καλὰ τῆς παρθενίας εἶπον καὶ ἀπέδειξα, καὶ μετὰ ταῦτα ὅμως ἅπαντα τὴν αἵρεσιν ὑμῖν ἐπιτρέπω τοῦ πράγματος, οὐχὶ μὴ βουλομένους ἕλκω πρὸς τὴν ἀρετήν. Οὐδὲ γὰρ ὑμᾶς θλῖψαι βουλόμενος ταῦτα συνεβούλευσα ἀλλ' ὥστε μὴ τὴν εὐσχήμονα προσεδρίαν ὑπὸ τῶν βιωτικῶν ἐκκοπῆναι πραγμάτων. Σὺ δέ μοι θέα κἀνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς ταῖς παραιτήσεσι πάλιν παραίνεσιν ἐπεισήγαγε καὶ διὰ τῆς συγχωρήσεως συμβουλήν. Τὸ γὰρ εἰπεῖν «Οὐκ ἀναγκάζω ἀλλὰ παραινῶ», καὶ προσθεῖναι «διὰ τὸ εὔσχημον καὶ εὐπρόσεδρον», ἔδειξε τῆς παρθενίας τὸ θαυμαστὸν καὶ τὸ κέρδος ὅσον ἡμῖν ἐν τῇ κατὰ Θεὸν ἀπ' αὐτῆς γίνεται πολιτείᾳ. Οὐ γὰρ ἔνι τὴν βιωτικαῖς ἐμπεπλεγμένην φροντίσι καὶ πανταχοῦ περιελκομένην εὐπρόσεδρον εἶναι, τῆς σπουδῆς καὶ σχολῆς ἁπάσης εἰς πολλὰ μεριζομένης, εἰς ἄνδρα λέγω καὶ οἰκίας ἐπιμέλειαν καὶ τῶν ἄλλων ἁπάντων ἅπερ ὁ γάμος ἐπισύρεσθαι εἴωθεν.

77 Ὅτι ἡ τὰ βιωτικὰ μεριμνῶσα οὐκ ἂν εἴη παρθένος. Τί οὖν φησιν ὅταν καὶ ἡ παρθένος πολλὰ πραγματεύηται καὶ μερίμνας ἔχῃ βιωτικάς-ἄπαγε-ἔξω ταύτην ἑλκύσας τοῦ τῶν παρθένων χοροῦ; Οὐ γὰρ ἀρκεῖ τὸ μὴ γαμηθῆναι ποιῆσαι παρθένον ἀλλὰ δεῖ καὶ τῆς ψυχικῆς ἁγνείας, ἁγνείαν δὲ λέγω οὐ τὸ πονηρᾶς καὶ αἰσχρᾶς ἐπιθυμίας ἀπηλλάχθαι μόνον καὶ καλλωπισμάτων καὶ περιεργίας, ἀλλὰ καὶ φροντίδος εἶναι καθαρὰν βιωτικῆς. Ἂν δὲ μὴ τοῦτο ᾖ, τί τὸ ὄφελος τῆς σωματικῆς καθαρότητος; Ὥσπερ γὰρ στρατιώτου οὐδὲν αἰσχρότερον γένοιτ' ἂν τὰ ὅπλα ῥίψαντος καὶ καπηλείοις σχολάζοντος, οὕτως οὐδὲ παρθένων ἀσχημονέστερον βιωτικαῖς ἐνδεδεμένων φροντίσι. Καὶ γὰρ αἱ πέντε ἐκεῖναι καὶ λαμπάδας εἶχον καὶ παρθενίαν ἤσκησαν ἀλλ' οὐδενὸς τούτων ἀπώναντο, ἀλλὰ τῶν θυρῶν ἀποκλεισθεισῶν ἔμενον ἔξω καὶ ἀπώλλυντο. Καὶ γὰρ ἡ παρθενία διὰ τοῦτο καλὸν ὅτι πᾶσαν ἐκκόπτει φροντίδος ὑπόθεσιν περιττῆς καὶ πᾶσαν σχολὴν τοῖς κατὰ Θεὸν ἀνατίθησιν ἔργοις, ὡς ἂν μὴ τοῦτο ἔχοι, πολὺ τοῦ γάμου πάλιν ἐλάττων γίνεται ἀκάνθας ἐν τῇ ψυχῇ περιφέρουσα καὶ τὸν καθαρὸν καὶ οὐράνιον συμπνίγουσα σπόρον.