1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

50

78 ∆ιὰ τί μὴ σφόδρα καθάπτεται τοῦ νομίζοντος ἀσχημονεῖν ἐπὶ τὴν αὑτοῦ παρθένον. «Εἰ δέ τις», φησίν, «ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτωσαν.» Τί λέγεις, ὃ θέλει ποιείτω; Καὶ οὐ διορθοῖς τὴν ἐσφαλμένην γνώμην ἀλλ' ἐπιτρέπεις γαμεῖν; ∆ιὰ τί γὰρ οὐκ εἶπες, εἰ δὲ ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἄθλιός ἐστι καὶ ταλαίπωρος πρᾶγμα οὕτω θαυμαστὸν ἐπονείδιστον εἶναι νομίζων; ∆ιὰ τί μὴ συνεβούλευσας ταύτης ἀπαλλαγέντα τῆς ὑποψίας, ἀπαγαγεῖν τοῦ γάμου τὴν αὑτοῦ θυγατέρα; Ὅτι, φησί, τῶν σφόδρα ἀσθενῶν καὶ χαμαὶ συρομένων ἦσαν αἱ τοιαῦται ψυχαί· τὰς δὲ οὕτω διακειμένας οὐκ ἐνῆν ἀθρόον ἀναγαγεῖν ἐπὶ τοὺς ὑπὲρ τῆς παρθενίας λόγους. Ὁ γὰρ οὕτω πρὸς τὰ τοῦ κόσμου πράγματα ἐπτοημένος καὶ τὸν παρόντα βίον θαυμάζων ὡς καὶ μετὰ τὴν τοσαύτην παραίνεσιν αἰσχύνης ἄξιον εἶναι νομίζειν, ὃ τῶν οὐρανῶν ἄξιόν ἐστι καὶ τῆς ἀγγελικῆς πολιτείας ἐγγύς, πῶς ἂν ἠνέσχετο συμβουλῆς εἰς τοῦτο ἐναγούσης αὐτόν; Καὶ τί θαυμαστὸν εἰ ἐπὶ πράγματος συγκεχωρημένου τοῦτο ὁ Παῦλος ἐποίησεν, ὅπου γε ἐπὶ κεκωλυμένου καὶ παρανόμου τὸ αὐτὸ πάλιν ποιεῖ; Οἷόν τι λέγω· τὸ τῆς τῶν βρωμάτων παρατηρήσεως ἔχεσθαι καὶ τοῦτο μὲν ἐγκρίνειν, ἐκεῖνο δὲ ἐκβάλλειν, Ἰουδαϊκῆς ἀσθενείας ἦν. Ἀλλ' ὅμως ἦσαν παρὰ Ῥωμαίοις οἱ ταύτην ἔχοντες τὴν ἀσθένειαν, καὶ οὐ μόνον αὐτῶν οὐ κατηγόρησε μετὰ σφοδρότητος ἀλλὰ καὶ ἕτερόν τι τούτου πλέον ποιεῖ. Τοὺς γὰρ ἁμαρτάνοντας ἀφεὶς τοῖς ἐπιχειροῦσι κωλύειν αὐτοὺς ἐπιτιμᾷ λέγων· «Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου;» Ἀλλ' οὐχ ὅτε Κολοσσαεῦσιν ἐπέστειλε τοῦτο ἐποίησεν ἀλλὰ μετὰ πολλῆς ἐξουσίας καὶ καθάπτεται αὐτῶν καὶ φιλοσοφεῖ λέγων· «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.» Καὶ πάλιν· «Εἰ ἀπεθάνετε ἐν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζετε, μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει.» Τί δήποτε οὖν τοῦτο ποιεῖ; Ὅτι ἐκεῖνοι μὲν ἦσαν ἰσχυροί, Ῥωμαῖοι δὲ πολλῆς ἔτι τῆς συγκαταβάσεως ἐδέοντο, καὶ περιέμεινε πρότερον τὴν πίστιν ἐν ταῖς ἐκείνων παγῆναι ψυχαῖς, δεδοικὼς μὴ πρὸ καιροῦ καὶ τοῦ δέοντος θᾶττον ἐπὶ τὸ τὰ ζιζάνια ἀνασπάσαι ἐλθὼν πρόρριζα μετ' αὐτῶν συνανασπάσῃ καὶ τὰ τῆς ὑγιοῦς διδασκαλίας φυτά. ∆ιὰ τοῦτο οὔτε καθικνεῖται αὐτῶν σφοδρῶς οὔτε ἀνεπιτιμήτους ἀφίησιν ἀλλὰ καθάπτεται μέν, ἀνυπόπτως δὲ καὶ λανθανόντως καὶ ἐν τῇ τῶν ἑτέρων ἐπιτιμήσει. Τὸ γὰρ λέγειν «Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει», δοκεῖ μὲν ἐπιστομίζειν τὸν ἐπιπλήττοντα ἐκείνῳ, τὸ δὲ ἀληθὲς τὴν τούτου δάκνει ψυχὴν ἐμφαίνων ὅτι τὸ τὰ τοιαῦτα αἱρεῖσθαι οὐ τῶν βεβαίων οὐδὲ τῶν παγίως ἑστώτων ἐστίν, ἀλλὰ τῶν ἔτι σαλευομένων, τῶν μὴ ἱσταμένων καὶ πεσεῖν κινδυνευόντων. Τὸν αὐτὸν δὴ κἀνταῦθα φυλάττει νόμον διὰ τὴν πόλλην ἀσθένειαν τοῦ αἰσχυνομένου τῷ πράγματι. Οὐ γὰρ φανερῶς πρὸς αὐτὸν ἀποτείνεται ἀλλ' ἐν τοῖς ἐπαίνοις τοῦ τὴν ἑαυτοῦ διατηροῦντος παρθένον δίδωσιν αὐτῷ σφοδρὰν τὴν πληγήν. Τί γάρ φησιν; «Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ». Τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν εἴρηται τοῦ εὐκόλως καὶ εὐχερῶς περιφερομένου καὶ οὐδέποτε βέβαια βαδίζειν εἰδότος οὐδὲ ἑστάναι μετὰ πολλῆς τῆς ἀνδρείας. Εἶτα ἐπειδὴ συνεῖδεν ἱκανὸν ὄντα τὸν λόγον δακεῖν τὴν ἐκείνου ψυχήν, ὅρα πῶς αὐτὸν συνεσκίασε πάλιν αἰτίαν ἐπαγαγὼν οὐ σφόδρα κατηγορίας ἀξίαν. Εἰπὼν γὰρ «Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ», προσέθηκε «Μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχων.» Καίτοι ἀκόλουθον ἦν εἰπεῖν· ὃς δὲ ἕστηκεν ἑδραῖος καὶ μὴ νομίζων τὸ πρᾶγμα ἀσχημοσύνην εἶναι· ἀλλὰ τοῦτο πληκτικώτερον ἦν. ∆ιὸ ἕτερον ἀντὶ τούτου προσέθηκε παραμυθούμενος αὐτὸν καὶ διδοὺς μᾶλλον ἐπὶ ταύτην ἐλθεῖν τὴν αἰτίαν. Οὐ γὰρ οὕτω δεινὸν τὸ πρᾶγμα δι' ἀνάγκην κωλύειν ὡς δι' αἰσχύνην. Τοῦτο μὲν γὰρ ψυχῆς ἐστιν ἀνάνδρου καὶ ταλαιπώρου, ἐκεῖνο δὲ καὶ διεστραμμένης καὶ οὐδὲ τὴν τῶν πραγμάτων φύσιν ἐπισταμένης κρίνειν ὀρθῶς. Ἀλλὰ τούτων οὔπω τῶν λόγων