1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

52

παρθενίας ἀρετή. Θαυμαστὸν μὲν γὰρ καὶ πολλῶν στεφάνων ἄξιον καὶ τὸ τῆς τῶν ἐπιθυμιῶν περιγενέσθαι λύττης καὶ μαινομένην κατέχειν τὴν φύσιν, ἀλλὰ τότε ὄντως γίνεται θαυμαστὸν ὅταν ὁ τοιοῦτος βίος προσῇ, αὐτὸ δὲ καθ' ἑαυτὸ ἀσθενὲς καὶ οὐχ ἱκανὸν σῶσαι τοὺς ἔχοντας. Καὶ μαρτυρήσειαν ἂν ἡμῖν ὅσαι παρθενίαν μὲν ἀσκοῦσι καὶ νῦν, τοσοῦτον δὲ ἀποδέουσιν Ἡλίου καὶ Ἑλισσαίου καὶ Ἰωάννου ὅσον ἡ γῆ τοῦ οὐρανοῦ. Ὥσπερ γὰρ τὸ εὔσχημον καὶ εὐπρόσεδρον ἂν περιέλῃς, αὐτὰ τὰ νεῦρα τῆς παρθενίας ἐξέκοψας, οὕτως ὅταν αὐτὴν μετὰ πολιτείας ἔχῃς ἀρίστης, τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν ἔχεις τῶν καλῶν. Καθάπερ γὰρ ῥίζαν γῆ λιπαρὰ καὶ γόνιμος, οὕτως οἶδεν ἀρίστη πολιτεία τρέφειν τοὺς τῆς παρθενίας καρπούς, μᾶλλον δὲ καὶ ῥίζα καὶ καρπὸς παρθενίας ὁ ἐσταυρωμένος βίος ἐστίν. Αὕτη τοὺς γενναίους ἐκείνους πρὸς τὸν θαυμαστὸν ἤλειψε δρόμον, πάντα μὲν αὐτῶν τὰ δεσμὰ περικόψασα, ποσὶ δὲ εὐλύτοις καὶ κούφοις καθάπερ πτηνοὺς ἀφεῖσα πέτεσθαι πρὸς τὸν οὐρανόν. Ὅπου γὰρ οὔτε γυναικὸς θεραπεία οὔτε παίδων ἐπιμέλεια, πολλὴ τῆς ἀκτημοσύνης ἡ εὐκολία, ἀκτημοσύνη δὲ ἐγγὺς εἶναι ποιεῖ τῶν οὐρανῶν, οὐ φόβων μόνον οὐδὲ φροντίδων οὐδὲ κινδύνων ἀλλὰ καὶ τῆς ἄλλης δυσκολίας ἡμᾶς ἀπαλλάττουσα.

81 Πόσον ἡ ἀκτημοσύνη καλόν. Ὁ γὰρ μηδὲν ἔχων ὡς πάντα κατέχων, οὗτος ἁπάντων καταφρονεῖ καὶ παρρησίᾳ κέχρηται πολλῇ καὶ πρὸς ἄρχοντας καὶ πρὸς δυνάστας καὶ πρὸς αὐτὸν τὸν τὸ διάδημα περικείμενον. Ὁ γὰρ χρημάτων καταφρονῶν ὁδῷ προβαίνων καὶ θανάτου καταφρονήσει ῥᾳδίως. Τούτων δὲ γενόμενος ἀνωτέρω πᾶσι μετὰ παρρησίας διαλέξεται οὐδένα δεδοικὼς οὐδὲ τρέμων. Ὁ δὲ περὶ χρήματα ἠσχολημένος οὐ χρημάτων ἐστὶ μόνον δοῦλος ἀλλὰ καὶ δόξης καὶ τιμῆς καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν βιωτικῶν. ∆ιὰ τοῦτο ῥίζαν αὐτὴν τῶν κακῶν πάντων ὁ Παῦλος ἐκάλεσεν. Ἀλλὰ ταύτην ἱκανὴ ξηρᾶναι τὴν ῥίζαν ἡ παρθενία καὶ ἑτέραν ἡμῖν ἐνθεῖναι τὴν ἀρίστην τὴν ἅπαντα βλαστάνουσαν τὰ καλά, ἐλευθερίαν, παρρησίαν, ἀνδρείαν, ζῆλον πεπυρωμένον, ἔρωτα τῶν οὐρανίων θερμόν, ὑπεροψίαν πάντων τῶν ἐπὶ γῆς. Οὕτω «τὸ εὔσχημον καὶ εὐπρόσεδρον» γίνεται.

82 Πρὸς τοὺς λέγοντας ὅτι οἱ παρθενεύσαντες εἰς κόλπους Ἀβραὰμ εὔχονται ἐλθεῖν. Ἀλλὰ τίς ὁ σοφὸς τῶν πολλῶν λόγος; Ὁ πατριάρχης, φησίν, Ἀβραὰμ καὶ γυναῖκα εἶχε καὶ παῖδας καὶ χρήματα καὶ ποίμνια καὶ βουκόλια, καὶ μετὰ πάντα ἐκεῖνα Ἰωάννης ὅ τε βαπτιστὴς ὅ τε εὐαγγελιστής, ἀμφότεροι παρθένοι τυγχάνοντες, καὶ Παῦλος καὶ Πέτρος ἐπὶ τῆς ἐγκρατείας διαλάμψαντες, εἰς τοὺς ἐκείνου κόλπους εὔχονται ἀπελθεῖν. Τίς σοι τοῦτο εἶπεν, ὦ βέλτιστε; Ποῖος προφήτης; Τίς εὐαγγελιστής; Αὐτός, φησίν, ὁ Χριστός. Τὸν γὰρ ἑκατοντάρχην ἰδὼν πολλὴν ἔχοντα πίστιν ἔλεγεν· «Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.» Καὶ ὁ Λάζαρος δὲ μετ' αὐτοῦ τότε ὁρᾶται ὑπὸ τοῦ πλουσίου τρυφῶν. Καὶ τί τοῦτο πρὸς Παῦλον, τί δαὶ πρὸς Πέτρον, τί δαὶ πρὸς Ἰωάννην; Οὐ γὰρ Λάζαρος Παῦλος καὶ Ἰωάννης, οὐδὲ οἱ πολλοὶ οἱ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ὁ τῶν ἀποστόλων ἦσαν χορός. Ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος καὶ μάταιος. Εἰ δὲ θέλεις ὅλως ἀκοῦσαι τὰ τῶν ἀποστόλων ἔπαθλα, ἄκουσον τοῦ μέλλοντος αὐτὰ διδόναι λέγοντος· «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ οὐδαμοῦ ἐνταῦθα ὁ Ἀβραὰμ οὔτε ὁ τούτου παῖς οὐδὲ ὁ ἐκείνου οὐδὲ ὁ λαχὼν αὐτοὺς κόλπος, ἀλλ' ἀξία πολλῷ μείζων ἐκείνης· τοὺς γὰρ ἐκείνων οὗτοι καθεδοῦνται κρινοῦντες ἐγγόνους. Οὐ ταύτῃ δὲ μόνον ἡ διαφορὰ δήλη ἀλλ' ὅτι ὧν μὲν ὁ Ἀβραὰμ ἔτυχε πολλοὶ τεύξονται. «Πολλοὶ» γὰρ «ἐλεύσονται», φησίν, «ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ»· τῶν δὲ θρόνων ἐκείνωνοὐδεὶς