1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

70

ἀποδοῦναι τῷ πεπρακότι πάλιν ἔνι· γυναῖκα δὲ λαμβάνοντα ἀποδοῦναι τοῖς δεδωκόσι πάλιν οὐκ ἔνι. ∆εινὸν οὖν πενιχροτέραν λαβεῖν γυναῖκα, δεινὸν εὐπορωτέραν· τὸ μὲν γὰρ εἰς τὴν οὐσίαν ἔβλαψε, τὸ δὲ εἰς αὐθεντίαν καὶ ἀνελευθερίαν τὸν ἄνδρα καὶ πολλοὶ τῶν πόρναις προσεχόντων, οὐ τὸν αἰώνιον καὶ ἀθάνατον θάνατον μόνον ἐκεῖθεν ὑπέστησαν, ἀλλὰ καὶ ἐνταῦθα κακοὶ κακῶς ἀπώλοντο, περιεργίας ὑπομείναντες ὑπὸ τῶν πορνευομένων γυναικῶν. Φιλονεικοῦσαι γὰρ ἐκεῖναι τῷ αὑτῶν ἔρωτι προσδῆσαι τέλεον τὸν ταύταις προσέχοντα, μαγγανείας ἐκίνησαν, καὶ φίλτρα κατεσκεύασαν, καὶ πολλὰς γοητείας ἔῤῥαψαν. Εἶτα οὕτως αὐτὸν εἰς ἀῤῥωστίαν ἐμβαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι καὶ τηκεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς ἀπήνεγκαν τῆς παρούσης ζωῆς. Εἰ τοίνυν μὴ φοβῇ τὴν γέενναν, ἄνθρωπε, κἂν τὰς γοητείας αὐτῶν φοβήθητι. Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὑτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα γράψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα. Εἰ τοίνυν βούλει ψυχαγωγεῖσθαι, μὴ εἰς θέατρα βάδιζε, ἀλλ' εἰς παραδείσους, ἐπὶ παραῤῥέοντα ποταμὸν καὶ λίμνας, καταμάνθανε κήπους, ἄκουε τεττίγων ᾀδόντων, ἐπιχωρίαζε σηκοῖς μαρτύρων, ὅπου σώματος ὑγίεια καὶ ψυχῆς ὠφέλεια, καὶ βλάβος οὐδέν. Ἔχεις γυναῖκα; ἔχεις παιδία; τί ταύτης τῆς ἡδονῆς ἴσον; Ἔχεις οἰκίαν; ἔχεις φίλους; ταῦτα πολὺ τερπνὰ, μετὰ τῆς σωφροσύνης καὶ τὸ κέρδος παρέχοντα Τί γὰρ παίδων γλυκύτερον, εἰπέ μοι; τί δὲ γυναικὸς τῷ σωφρονεῖν βουλομένῳ; Λέγονται γοῦν βάρβαροί ποτε εἰπεῖν ῥῆμα φιλοσοφίας γέμον. Περὶ γὰρ τῶν θεάτρων τούτων ἀκούσαντες τῶν παρανόμων καὶ τῆς ἀναίρου τέρψεως, Ῥωμαῖοι, φασὶν, ὡς οὐκ ἔχοντες παιδία καὶ γυναῖκας, οὕτω τοιαύτας ἐπενόησαν ἡδο 63.658 νάς. Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν στίλβουσαν ἀπὸ τῆς ὄψεως, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν· ἐννόησον ὅτι γῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐκκαῖον, καὶ παύσεται λυττῶσα ἡ ψυχή· ἀνακάλυψον αὐτῆς τὸ δέρμα τῆς ὄψεως, καὶ τότε πᾶσαν ὄψει τῆς εὐμορφίας τὴν εὐτέλειαν. Μὴ στῇς μέχρι τῆς ἐπιφανείας, ἀλλ' ἐνδοτέρω διάβηθι τῷ λογισμῷ, καὶ οὐδὲν ἕτερον εὑρήσεις, ἀλλ' ἢ ὀστᾶ καὶ νεῦρα καὶ φλέβας. Ἀλλ' οὐκ ἀρκεῖ ταῦτα; λόγισαί μοι ταύτην ἀλλοιουμένην, γηράσκουσαν, ἀῤῥωστοῦσαν, ὑφιζάνοντας ὀφθαλμοὺς, καὶ κοιλαινομένας παρειὰς, ἅπαν καταῤῥέον τὸ ἄνθος ἐκεῖνο· ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύνθητί σου τὴν κρίσιν· πηλὸν θαυμάζεις καὶ σποδὸν, καὶ κόνις σε ἐκκαίει καὶ τέφρα. Ἡ γὰρ τοῦ βλεπομένου κάλλους ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ ῥεῦμα καὶ αἷμα καὶ τροφῆς διαμασηθείσης χυλός. Τούτοις γὰρ καὶ ὀφθαλμοὶ καὶ παρειαὶ καὶ τὰ λοιπὰ πάντα ἄρδεται· κἂν μὴ καθ' ἑκάστην ἡμέραν δέξηται τὴν ἀρδείαν ἐκείνην ἀπὸ τῆς γαστρὸς καὶ τοῦ ἥπατος ἀνιοῦσαν, τοῦ δέρματος παρὰ τὸ προσῆκον ὑφιζάνοντος, τῶν τε ὀφθαλμῶν κοιλαινομένων, εὐθέως ἅπασα ἀφίπταται ἡ τῆς ὄψεως ὥρα. Ὥστε ἂν ἐννοήσῃς τί μὲν τῶν καλῶν ἔνδον ἀπόκειται τῶν ὀφθαλμῶν, τί δὲ τῆς εὐθείας ῥινὸς, τί δὲ τοῦ στόματος καὶ τῶν παρειῶν, οὐδὲν ἕτερον ἢ τάφον κεκονιαμένον εἶναι φήσεις τοῦ σώματος τὴν εὐμορφίαν· τοσαύτης ἔνδον ἀκαθαρσίας ἐστὶ μεστά. Εἶτα ῥάκος μὲν ἰδὼν ἔχον τι τοιοῦτον, οἷον ἢ φλέγμα, ἢ σίελον, οὐδὲ ἄκροις ψαῦσαι τοῖς δακτύλοις ὑπομένεις, ἀλλ' οὐδὲ ἰδεῖν ἀνέχῃ· πρὸς δὲ τὰ ταμιεῖα τούτων καὶ τὰς ἀποθήκας ἐπτόησαι; Ὁ τοίνυν φιλοσώματος καὶ πρὸς κόρην ἐπτοημένος εὔμορφον, εἰ βούλοιτο μαθεῖν τῷ λόγῳ τὸ εἰδεχθὲς τῆς οὐσίας, δι' αὐτῆς αὐτὸ τῆς ὄψεως εἴσεται. Καὶ γὰρ πολλαὶ τῆς ἐρωμένης ὁμήλικες, πολλάκις δὲ καὶ λαμπρότεραι ἀποθανοῦσαι, μετὰ μίαν καὶ δευτέραν ἡμέραν δυσωδίαν παρέσχον καὶ ἰχῶρα καὶ