1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

71

σηπεδόνα σκωλήκων. Ἐννόησον τοίνυν οἷον κάλλος φιλεῖς, ἄνθρωπε, καὶ πρὸς ποίαν εὐμορφίαν ἐπτόησαι. Τίς γὰρ ἀρετὴ ὀφθαλμῶν; ἆρα τὸ ὑγροὺς εἶναι καὶ εὐστρόφους καὶ στρογγύλους καὶ κυανοὺς, ἢ τὸ ὀξεῖς καὶ διορατικούς; Καὶ τίς ἀρετὴ λύχνου; τὸ λαμπρῶς φαίνειν καὶ πᾶσαν καταυγάζειν τὴν οἰκίαν, ἢ τὸ καλῶς πεπλάσθαι; Οὐ γὰρ ἀπὸ τῆς διαπλάσεως, ἀλλ' ἀπὸ τῶν τρόπων καὶ τῆς κοσμιότητος τὸ κάλλος χαρακτηρίζεται. ∆ιὰ γὰρ τοῦτο τὸν ἀκολάστως εἰς γυναῖκα ὁρῶντα ἐκόλασεν ὁ Χριστὸς, ἵνα τοῦ πλείονος ἡμᾶς ἀπαλλάξειε πόνου. Οὐ γὰρ τοσοῦτος πόνος τὸ μὴ ὁρᾷν γυναῖκας ὡραίας, ὅσος ὁρῶντας κατέχειν. Ὁ μὲν γὰρ μὴ ἰδὼν τὴν εὔμορφον ὄψιν, καὶ τῆς ἐπιθυμίας ἔσται τῆς ἐντεῦθεν καθαρός· ὁ δὲ ἐπιθυμήσας ἰδεῖν, πρότερον καταβαλὼν τὸν λογισμὸν, καὶ μολύνας αὐτὸν μυριάκις, τότε τὴν ἀπὸ τῆς ἐπιθυμίας ἐκβάλλει κηλῖδα, ἐὰν ἐκβάλλῃ ἄρα. Ὅταν οὖν καὶ ὁ πόνος ἐκεῖνος τοῖς ἀκολάστοις ἐλάττων ᾖ, καὶ τὸ κέρδος μεῖζον, τί σπουδάζομεν εἰς τὸ πέλαγος τῶν μυρίων ἐκείνων κακῶν ἐμπεσεῖν; Ὅταν οὖν ἴδῃς γυναῖκα καλὴν, καὶ πάθῃς τι πρὸς αὐτὴν, μηκέτι ἴδῃς, καὶ ἀπηλλάγης. Καὶ πῶς δυνήσομαι μηκέτι ἰδεῖν ὑπὸ τῆς ἐπιθυμίας ἑλκόμενος, φησίν; Ἂν ἐννοήσῃς, 63.659 ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ὁρώμενον, ἢ φλέγμα καὶ αἷμα καὶ τροφῆς διασεσηπυίας χυλός. Ἀλλὰ φαιδρὸν τὸ ἄνθος τῆς ὄψεως, φησίν. Ἀλλ' οὐδὲν τῶν ἀνθέων τῶν ἐπὶ τῆς γῆς φαιδρότερον, ἀλλὰ καὶ ταῦτα σήπεται καὶ μαραίνεται. Μὴ τοίνυν μηδὲ ἐνταῦθα τῷ ἄνθει πρόσεχε, ἀλλ' ἐνδοτέρω διάβηθι τῇ διανοίᾳ, καὶ τὸ δέρμα τὸ καλὸν ἐκεῖνο περιελὼν τῷ λογισμῷ, περιεργάζου τὰ ὑπὸ τοῦτο κείμενα. Ἐπεὶ καὶ τὸ τῶν ὑδεριώντων σῶμα ἀποστίλβει λαμπρὸν, καὶ οὐδὲν ἡ ἐπιφάνεια φαῦλον ἔχει, ἀλλὰ τῇ ἐννοίᾳ τοῦ ἔνδον ἀποκειμένου χυμοῦ πληττόμενοι φιλεῖν τοὺς τοιούτους οὐ δυνάμεθα. Ὅταν δὲ ἀνὴρ ἐκβαλεῖν βούληται γυναῖκα, ἢ ἡ γυνὴ τὸν ἄνδρα ἀφεῖναι, ταύτης ἀναμιμνησκέσθω τῆς ῥήσεως, καὶ τὸν Παῦλον νομιζέτω παρεῖναι, καὶ καταδιώκειν αὐτὴν βοῶντα καὶ λέγοντα· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Τοῦτο γοῦν δηλῶν, οὐ προσέθηκεν, ὅτι Ἐὰν δὲ τελευτήσῃ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν, ἀλλ', Ἐὰν δὲ κοιμηθῇ, μονονουχὶ παραμυθούμενος τὴν ἐν χηρείᾳ, καὶ πείθων μένειν ἐπὶ τῷ προτέρῳ, καὶ μὴ δεύτερον εἰσαγαγεῖν νυμφίον. Οὐκ ἐτελεύτησέ σου, φησὶν, ὁ ἀνὴρ, ἀλλὰ καθεύδει· τίς δὲ τὸν καθεύδοντα οὐκ ἀναμένει; Ἐλευθέραν δὲ αὐτὴν μετὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν γεγενῆσθαι λέγων, ἔδειξεν ὅτι πρὸ τούτου δούλη ἦν ζῶντος ἐκείνου· δούλη δὲ οὖσα καὶ ὑποκειμένη τῷ νόμῳ, κἂν μυριάκις βιβλίον ἀποστασίου λάβῃ κατὰ τοὺς παρὰ τοὺς ἔξωθεν κειμένους νόμους, τῷ τῆς μοιχείας ἁλίσκεται νόμῳ. Οὐ γὰρ δὴ κατὰ τούτους σε μέλλει κρίνειν τοὺς νόμους ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀλλὰ καθ' οὓς αὐτὸς ἔθηκε. Καὶ οἱ τῶν ἔξωθεν δὲ νόμοι οὐχ ἁπλῶς τοῦτο τεθείκασιν, ἀλλὰ καὶ αὐτοὶ κολάζουσι τὸ πρᾶγμα, καὶ ἀηδῶς πρὸς ταύτην ἔχουσι τὴν ἁμαρτίαν. Ὅθεν γὰρ ἂν γένηται τῆς διαλύσεως ἡ πρόφασις, τῇ ζημίᾳ τῆς οὐσίας κολάζουσι, γυμνὸν καὶ χρημάτων ἔρημον ἐκεῖθεν τοῦτον ἐκβάλλοντες. Λέγεταί τις τῶν ἔξωθεν φιλοσόφων, μοχθηρὰν ἔχων γυναῖκα καὶ φλύαρον καὶ πάροινον, πρὸς τοὺς ἐρωτῶντας, τίνος ἕνεκεν τοιαύτην ἔχων ἀνέχεται, εἰπεῖν, Ὥστε γυμνάσιον καὶ παλαίστραν ἐπὶ τῆς οἰκίας· ἔσομαι γὰρ τοῖς λοιποῖς πραότερος, φησὶν, ἐν ταύτῃ παιδευόμενος καθ' ἑκάστην τὴν ἡμέραν. Ὁ μὲν οὖν φιλόσοφος λέγεται διὰ τοῦτο πονηρὰν ἔχων γυναῖκα μὴ ἐκβαλεῖν· τινὲς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὸν αὐτὴν λέγουσιν. Ὅταν οὖν Ἕλληνες ἡμῶν ὦσι φιλοσοφώτεροι, ποίαν ἕξομεν ἀπολογίαν, ταύτην ὑβρίζοντες, δι' ἣν καὶ τοὺς γεγεννηκότας ὁ Θεὸς ἀφεῖναι ἐκέλευσε; Ποῖος δὲ λόγος τοιαύτην αἰσχύνην παραστῆσαι δυνήσεται, ὅταν ὀλολυγαὶ καὶ κωκυτοὶ κατὰ τοὺς στενωποὺς φέρωνται, καὶ δρόμος ἐπὶ τὴν οἰκίαν τοῦ ταῦτα ἀσχημονοῦντος καὶ τῶν γειτόνων καὶ τῶν παριόντων, καθάπερ θηρίου τινὸς τὰ ἔνδον λυμαινομένου; Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ' ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν. Πειθώμεθα δὴ τῷ τοῦ Θεοῦ νόμῳ, καὶ μήτε τὰς ἑαυτῶν γυναῖκας