1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

127

θυσία, καὶ παροξύνειεν ἂν μᾶλλον ἢ ἐξιλεώσαιτο τὸν Θεόν. Ἐλεημοσύνη γὰρ διὰ τοῦτο εἴρηται ἵνα ἐλεῶμεν, οὐχ ἵνα κολάζωμεν τοὺς ὁμοδούλους. Ὁ δὲ τὰ ἑτέρων λαμβάνων καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ' ἐτιμωρήσατο μᾶλλον, καὶ ἀδικίαν οὐ τὴν τυχοῦσαν ἠδίκησεν. Ὁ βουλόμενος πλουτεῖν, χρείαν ἔχει χρημάτων· ὁ μὴ βουλόμενος πλουτεῖν, ἀεί ἐστιν ἐν εὐπορίᾳ. Οὐ γὰρ τὸ πλουτεῖν, ἀλλὰ τὸ μὴ βούλεσθαι πλουτεῖν, τοῦτό ἐστι πλοῦτος. Οἷόν τι λέγω· ἔστι πλούσιος τὰ πάντων ἁρπάζων· καὶ ἔστι πλούσιος τὰ ἑαυτοῦ τοῖς πένησι παρέχων· ὁ μὲν ἐν τῷ συνάγειν, ὁ δὲ ἐν τῷ ἀναλίσκειν πλουτῶν· καὶ ὁ μὲν σπείρει τὴν γῆν, ὁ δὲ γεωργεῖ τὸν οὐρανόν. Ἀλλ' ὅσον ὁ οὐρανὸς τῆς γῆς βελτίων, τοσοῦτον τούτου ἡ εὐφορία 63.730 ἐκείνης ἀσθενεστέρα. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ἐπὶ μὲν τοῦ ἅρπαγος οὐ μόνον οἱ ἠδικημένοι, ἀλλὰ καὶ οἱ μηδὲν παθόντες κακὸν, μισοῦσιν ἐκεῖνον, συναλγοῦντες τοῖς κακῶς πεπονθόσιν. Εἰ δὲ καὶ πέσῃ, βοαὶ μυρίαι παρὰ πάντων, Ὁ μιαρὸς, ὁ πονηρὸς, ὁ παμπόνηρος· καὶ πάντες ἐπεμβαίνουσιν αὐτῷ. Ἐπὶ δὲ τοῦ ἐλεήμονος οὐ μόνον οἱ ἐλεηθέντες, ἀλλὰ καὶ οἱ μὴ ἐλεηθέντες φιλοῦσιν αὐτὸν, τὴν εἰς ἐκείνους γενομένην εὐποιίαν εἰς ἑαυτοὺς λογιζόμενοι. Εἰ δέ τι καὶ ἀηδὲς πάθῃ, εὔχονται πάντες, Ὁ Θεὸς αὐτὸν ἐλεήσει· ποιήσει αὐτῷ καλῶς, παραμείνειν αὐτῷ τὰ ἀγαθά. Εἶδες πῶς ἡ κακία καὶ τοὺς μὴ ἀδικηθέντας πολεμίους ἔχει, ἡ δὲ ἐλεημοσύνη καὶ τοὺς μὴ ἐλεηθέντας ἐραστὰς κέκτηται; Πρῶτον τοίνυν ἀπαλλάγηθι τοῦ ἁρπάζειν, καὶ τότε τὴν ἐλεημοσύνην ἐπίδειξαι· στῆσον τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ οὕτως αὐτὰς ἐπὶ τὴν ἐλεημοσύνην ἄγε. Ἂν δὲ ταῖς αὐταῖς καὶ τοὺς πτωχοὺς ἀποδύωμεν, εἰ καὶ τοῖς ἐξ ἐκείνων διδομένοις ἐνδύωμεν, ἀλλ' οὐδὲ οὕτω τὴν κόλασιν διαφύγωμεν· ἡ γὰρ ὑπόθεσις τοῦ ἱλασμοῦ πάσης πλημμελείας ὑπόθεσις γίνεται· τοῦ γὰρ οὕτως ἐλεεῖν τὸ μὴ ἐλεεῖν κρεῖττον. Εἰ γὰρ τὰ ἐλάττω κομίσας ὁ Κάϊν τὸν Θεὸν παρώξυνεν, ὁ καὶ τὰ ἀλλότρια διδοὺς πῶς οὐ παροξυνεῖ; Ἡ ἐλεημοσύνη τέχνη τίς ἐστιν ἀρίστη καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τῷ Θεῷ ἐστιν, εἰ μὴ ἀδικεῖται παρ' ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτὴν ἐργαζώμεθα· ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι παῤῥησίαν, καὶ ὑπὲρ προσκεκρουκότων δεῖται. Τοσαύτη γὰρ αὐτῆς ἡ ἰσχύς· αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, καὶ ὁμοίους Θεῷ καθιστᾷ τοὺς ἐργαζομένους αὐτήν. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Μὴ δὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου, ἀλλ' ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας ἀναπνοὰς εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιμῆσαι, οὐχ οὕτως μὲν ὡς ζῶντας, ἔστι δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Ἂν τὸν Θεὸν ἐγγράψῃς μετὰ τῶν σῶν κληρονόμων, καὶ μοῖραν καὶ αὐτῷ τοῦ παντὸς ἀπονείμῃς κλήρου. Οὐκ ἔθρεψας αὐτὸν ζῶν; κἂν ἀπελθὼν, ὅτε οὐκέτι κύριος εἶ, μετάδος αὐτῷ τῶν σῶν. Μείζονος μὲν γὰρ πόθου καὶ πλείονος μισθοῦ τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτῷ μὴ πεποίηκας, κἂν ἐπὶ τὸ δεύτερον ἐλθέ· εἰ δὲ καὶ τοῦτο ὀκνεῖς, ἐννόησον ὅτι ὁ Πατὴρ αὐτοῦ συγκληρονόμον αὐτοῦ σε πεποίηκε, καὶ κατάλυσον τὴν ἀπανθρωπίαν. Ποίας γὰρ τεύξῃ συγγνώμης, ὅταν πρὸς τῷ μὴ θρέψαι αὐτὸν ζῶν, μηδὲ μέλλων ἀπιέναι πρὸς αὐτὸν, ἀπὸ τῶν χρημάτων τούτων, ὧν οὐκ εἶ κύριος λοιπὸν, βουληθῇς αὐτῷ μικρόν τι χαρίσασθαι, ἀλλ' οὕτως ἐχθρῶς διάκεισαι καὶ πολεμίως, ὡς μηδὲ τῶν ἀχρήστων σοι γενομένων αὐτῷ μεταδοῦναι; Οὐχ ὁρᾷς ὅσοι τῶν ἀνθρώπων οὐδὲ τούτου κατηξιώθησαν τοῦ τέλους, ἀλλὰ ἁρπαγέντες ἀπῆλθον; σὲ δὲ ὁ Θεὸς καὶ ἐπισκῆψαι τοῖς προσήκουσι, καὶ εἰπεῖν περὶ τῶν ὄντων, καὶ τὰ κατὰ τὴν οἰκίαν ἅπαντα διαθεῖναι ἐποίησε κύριον. Ποίαν οὖν ἀπολογίαν ἕξεις, ὅταν καὶ ταύτην παρ' αὐτοῦ λαβὼν τὴν χάριν, προδῷς τὴν εὐεργεσίαν, καὶ μηδὲ ὑπὸ τῆς ἀνάγκης ἕλῃ γενέσθαι φιλάνθρωπος; Τὸ μὲν γὰρ ἄμεινον καὶ πολλὴν παρέχον τὴν παῤῥησίαν, ζῶντα διορθοῦν πενίαν· εἰ δὲ ἐκεῖνο μὴ βουληθῇς, κἂν τελευτῶν ποίησόν τι γενναῖον· οὐ πολλῆς μὲν γάρ ἐστιν ἀγάπης, ἔστι δ' οὖν ὅμως. Εἰ