1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

234

μεγάλα γινόμενα, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει. Καὶ φρικτὸς μὲν ὁ λόγος καὶ φοβερὸς ὄντως, πλὴν ἀνάγκη λεχθῆναι, ἵνα ἡμῶν τὴν διάνοιαν κατασείσῃ καὶ παρασαλεύσῃ· δεικνὺς ὅτι πολλῷ πλέον ἀνθρώπους φοβούμεθα, ἢ τὸν Θεὸν, καὶ τιμῶμεν ἀνθρώπους, ἢ τὸν Θεόν. Ἐννόησον· ὁ μοιχεύων οἶδεν, ὅτι Θεὸς αὐτὸν ὁρᾷ, καὶ τούτου μὲν καταφρονεῖ· ἂν δὲ ἄνθρωπος ἴδῃ, κατέχει τὴν ἐπιθυμίαν. Οὐχὶ προτιμᾷ ἀνθρώπους μόνον, οὐχὶ ὑβρίζει τὸν Θεὸν, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον, ἐκείνους δεδοικὼς, τούτου καταφρονεῖ. Ἂν μὲν γὰρ ἐκείνους ἴδῃ, κατέχει τὴν φλόγα τῆς ἐπιθυμίας. Μᾶλλον δὲ ποίαν φλόγα; οὐκέτι φλὸξ, ἀλλὰ ὕβρις. Εἰ μὲν γὰρ μὴ ἐξῆν γυναικὶ κεχρῆσθαι, εἰκότως φλὸξ τὸ πρᾶγμα ἦν· νυνὶ δὲ ὕβρις καὶ στρῆνος. Ἂν μὲν γὰρ ἀνθρώπους ἴδῃ, ἵσταται τῆς μανίας· τῆς δὲ τοῦ Θεοῦ μακροθυμίας ἔλαττον φροντίζει. Πάλιν, ἕτερος ὁ κλέπτων σύνοιδεν ὅτι ἁρπάζει, καὶ ἀνθρώπους μὲν πειρᾶται ἀπατῆσαι, καὶ ἀπολογεῖται πρὸς τοὺς ἐγκαλοῦντας, καὶ σχῆμα περιτίθησι τῇ ἀπολογίᾳ· τὸν δὲ Θεὸν μὴ δυνάμενος πεῖσαι, οὐ φροντίζει, οὐδὲ αἰδεῖται, οὐδὲ τιμᾷ. Κἂν μὲν ὁ βασιλεὺς κελεύσῃ ἀπέχεσθαι τῶν ἑτέρου χρημάτων, μᾶλλον δὲ καὶ τὰ αὐτοῦ δοῦναι, πάντες ἑτοίμως εἰσφέρομεν· τοῦ δὲ Θεοῦ κελεύοντος μὴ ἁρπάζειν, μηδὲ τὰ ἑτέρων λαμβάνειν, οὐκ ἀνεχόμεθα. Ὁρᾷς ὅτι προτιμῶμεν ἀνθρώπους τοῦ Θεοῦ; Φορτικὸν τὸ ῥῆμα καὶ ἐπαχθές· ἀλλὰ δείξατε ὅτι φορτικὸν, φύγετε τὸ ἔργον· εἰ δὲ τὸ ἔργον οὐ δεδοίκατε, πῶς ὑμῖν πιστεῦσαι δύναμαι λέγουσιν, ὅτι Τὰ ῥήματα δεδοίκαμεν, καὶ βαρεῖς ἡμᾶς; Ὑμεῖς ἑαυτοὺς τῷ ἔργῳ βαρεῖτε, καὶ οὐδεὶς λόγος· ἐγὼ δὲ, ἂν τὰ ῥήματα εἴπω, ὧν ὑμεῖς τὰ πράγματα πράττετε, ἀγανακτεῖτε; καὶ πῶς οὐκ ἄτοπον; Γένοιτο ψεῦδος εἶναι τὰ παρ' ἐμοῦ· βούλομαι αὐτὸς λοιδορίας δόξαν λαβεῖν κατ' ἐκείνην τὴν ἡμέραν, ὡς εἰκῆ καὶ μάτην λοιδορησάμενος ὑμᾶς, ἢ ἰδεῖν ὑπὲρ τοιούτων ἐγκαλουμένους. Οὐ μόνον δὲ αὐτοὶ ἀνθρώπους προτιμᾶτε τοῦ Θεοῦ, ἀλλὰ καὶ ἑτέρους ἀναγκάζετε. Πολλοὶ πολλοὺς οἰκέτας ἠνάγκασαν καὶ παῖδας· οἱ μὲν εἰς γάμον εἵλκυσαν μὴ βουλομένους, οἱ δὲ ὑπηρετήσασθαι διακονίαις ἀτόποις καὶ ἔρωτι μιαρῷ καὶ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ βίαις· ὥστε διπλοῦν εἶναι τὸ ἔγκλημα, καὶ μηδὲ ἀπὸ τῆς ἀνάγκης συγγνώμην αὐτοὺς εὑρέσθαι. Εἰ γὰρ αὐτὸς ἄκων πράττεις τὰ πονηρὰ, καὶ διὰ τὸ ἐπίταγμα τοῦ ἄρχοντος· μάλιστα μὲν οὐδὲ οὕτως ἱκανὴ ἡ ἀπολογία, πλὴν χαλεπωτέρα γίνεται ἡ ἁμαρτία, ὅταν καὶ ἐκείνους ἀναγκάζῃς τοῖς αὐτοῖς περιπίπτειν. Ποία γὰρ ἂν εἴη τῷ τοιούτῳ συγγνώμη λοιπόν; Ταῦτα εἶπον, οὐχὶ κατακρῖναι βουλόμενος ὑμᾶς, ἀλλὰ δεῖξαι πόσων ἐσμὲν ὀφειλέται τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐξ ἴσου τιμῶντες ἄνθρωπον τοῦ Θεοῦ, ὑβρίζομεν τὸν Θεόν· πολλῷ μᾶλλον, ὅταν προτιμῶμεν ἀνθρώπους. Εἰ καὶ ταῦτα τὰ ἁμαρτήματα τὰ εἰς ἀνθρώπους γινόμενα, εἰς Θεὸν πολλῷ μείζονα δείκνυται· πόσῳ μᾶλλον, ὅτε καὶ αὐτὴ ἡ ἁμαρτία τῇ ποιότητι μείζων ᾖ καὶ χαλεπωτέρα; Ἐξεταζέτω τις ἑαυτὸν, καὶ ὄψεται πάντα δι' ἀνθρώπους ποιῶν. Σφόδρα ἦμεν μα 63.863 κάριοι, εἰ τοσαῦτα διὰ τὸν Θεὸν ἐπράττομεν, ὅσα δι' ἀνθρώπους, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν καὶ τὸν φόβον, καὶ τὴν τιμήν. Εἰ τοίνυν τοσούτων ἐσμὲν ὑπεύθυνοι, ὀφείλομεν μετὰ πάσης προθυμίας ἀφιέναι τοῖς ἀδικοῦσιν ἡμᾶς καὶ πλεονεκτοῦσι, καὶ μὴ μνησικακεῖν. Ὁδὸς γάρ ἐστι λύσεως ἁμαρτημάτων οὐδὲ πόνων δεομένη, οὐδὲ δαπάνης χρημάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ' ἁπλῶς προαιρέσεως. Οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον. Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ πρᾶγμα τοσοῦτον ἔχον κέρδος, καὶ τοσαύτην τὴν ὠφέλειαν, καὶ οὐδένα πόνον, μὴ πράττωμεν; Οὐ δύνασαι χρημάτων καταφρονῆσαι, οὐ δύνασαι τὰ ὄντα δαπανῆσαι εἰς τοὺς δεομένους; θελῆσαι οὐ δύνασαί τι ἀγαθόν; ἀφεῖναι τῷ ἠδικηκότι οὐ δύνασαι; Εἰ γὰρ μὴ τοσούτων ὑπεύθυνος ἦς, ἐκέλευσε δὲ μόνον ὁ Θεὸς ἀφεῖναι, οὐκ ἔδει; νῦν δὲ τοσούτων ὑπεύθυνος ὢν οὐκ ἀφίης; καὶ ταῦτα δὲ, ἀφ' ὧν ἔχεις αὐτοῦ ἀπαιτεῖ. Ἂν μὲν οὖν ἡμεῖς παρ' ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει