1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

240

πόλεμός ἐστιν, ὁ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὁ τῆς βασκανίας, ὁ τῶν παθῶν. Τοῦτον τὸν πόλεμον διηγούμενος ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ἀεὶ οὗτος ὁ πόλεμος ἐνέστηκε· διὰ τοῦτο ἀεὶ ὡπλισμένους ἡμᾶς ἑστάναι βούλεται. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι· ὅπερ καὶ αὐτὸ ἐνεστῶτός ἐστι καιροῦ· καὶ ἐνέφηνεν, ὅτι ἀεὶ δεῖ ὁπλίζεσθαι. Πολὺς γὰρ ὁ πόλεμος διὰ γλώσσης, πολὺς δι' ὀφθαλμῶν· τοῦτον τοίνυν κατέχωμεν· πολὺς ὁ τῶν ἐπιθυμιῶν. ∆ιὰ τοῦτο ἐκεῖθεν ἄρχεται καθοπλίζειν τὸν στρατιώτην τοῦ Χριστοῦ· Στῆτε γὰρ περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν, καὶ ἐπήγαγεν, Ἐν ἀληθείᾳ. ∆ιὰ τί, Ἐν ἀληθείᾳ; Ἐμπαιγμὸς γάρ ἐστι καὶ ψεῦδος ἡ ἐπιθυμία· διό φησιν ὁ προφήτης· Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων. Οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγμα, ἀλλὰ σκιὰ ἡδονῆς. Περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Τουτέστι, τῇ ἀληθινῇ ἡδονῇ, τῇ σωφροσύνῃ, τῇ κοσμιότητι. ∆ιὰ τοῦτο ταῦτα παραινεῖ, εἰδὼς τῆς ἁμαρτίας τὴν ἀτοπίαν, καὶ βουλόμενος ἡμῶν πάντα τὰ μέλη περιπεφράχθαι· Θυμὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται· καὶ θώρακα ἡμᾶς περικεῖσθαι βούλεται, καὶ ἀσπίδα. Θηρίον γάρ ἐστιν εὐκόλως ἐμπηδῶν ὁ θυμὸς, καὶ μυρίων θριγκίων καὶ διαφραγμάτων ἡμῖν δεήσει πρὸς τὸ περιγενέσθαι καὶ κατασχεῖν. Καὶ διὰ τοῦτο ἡμῖν τοῦτο μάλιστα τὸ μέρος, ὥσπερ ἔκ τινων λίθων, τῶν ὀστέων ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ περιθεὶς, ὥστε μὴ διαῤῥῆξάν ποτε, μήτε διατεμὸν, εὐκόλως τὸ πᾶν λυμήνασθαι ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη μεγάλη· καὶ οὐκ ἂν ἕτερον μέλος ταύτην τὴν βίαν ἀνάσχοιτο. Λέγουσι δὲ καὶ ἰατρῶν παῖδες τούτου χάριν ὑπεστορῆσθαι τὸν πνεύμονα τῇ καρδίᾳ, 63.870 ὥστε εἰς ἁπαλὸν αὐτὴν οὖσαν καθάπερ εἴς τινα σπόγγον ἐναλλομένην διαναπαύεσθαι τὴν καρδίαν, ἀλλὰ μὴ εἰς τὸ ἀντίτυπον καὶ σκληρὸν τὸ στέρνον καταβλάπτεσθαι τῇ ῥύμῃ τῶν ἁλμάτων. ∆εῖ τοίνυν ἡμῖν θώρακος ἰσχυροῦ, ὥστε διαπαντὸς ἐν ἡσυχίᾳ τοῦτο τὸ θηρίον διατηρεῖν· δεῖ δὲ ἡμῖν καὶ περικεφαλαίας. Ἐπειδὴ γὰρ ἐκεῖ τὸ λογιστικὸν τυγχάνει, καὶ ἀπὸ τούτου ἢ σωθῆναι δυνατὸν, ὅταν τὰ δέοντα γίγνωνται, ἢ ἀπολέσθαι ἔνι, διὰ τοῦτό φησι, Καὶ περικεφαλαίαν σωτηρίου. Ὁ γὰρ ἐγκέφαλος φύσει μέν ἐστιν ἁπαλός· διὸ καὶ αὐτὸς, καθάπερ τινὶ ὀστράκῳ, τῷ βρέγματι καλύπτεται ἄνωθεν· πάντων δὲ ἡμῖν αἴτιος γίνεται τῶν ἀγαθῶν καὶ τῶν κακῶν, εἴτε τὰ δέοντα γνοὺς, εἴτε τὰ μὴ τοιαῦτα. Καὶ οἱ πόδες δὲ καὶ αἱ χεῖρες ὅπλων ἡμῖν δέονται· οὐχ αὗται αἱ χεῖρες, οὐδὲ οὗτοι οἱ πόδες, ἀλλὰ πάλιν οἱ τῆς ψυχῆς, αἱ μὲν μελετῶσαι τὰ δέοντα, οἱ δὲ, ἵνα πορεύωνται ἔνθα χρή. Πάντα τοίνυν, ἀγαπητοὶ, ὑπὲρ ἐκείνης πράττωμεν τῆς μελλούσης ζωῆς· πάντα πρὸς ἐκείνην ὁρῶντες ἐργαζώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν· οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες· οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ πολλῆς εἰσιν ἀκαθαρσίας μεσταί· μέμυκεν αὐτῶν τὰ ὄμματα, τὸ στόμα συνείληπται, ἀκίνητοι μένουσιν ἐν τῇ κλίνῃ τῆς κακίας· μᾶλλον δὲ τῶν ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροί· ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται, οὐδὲ ἀμύνεται, ἀλλ' ἔστιν ὥσπερ ξύλον αὖον· οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν ἀποβαλοῦσα τὴν ζωήν· μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνει τὰ τραύματα, καὶ οὐκ αἰσθάνεται, ἀλλ' ἀνάλγητος πρὸς πάντα διάκειται. Οὐκ ἄν τις ἁμάρτοι τοῖς μεμηνόσιν αὐτοὺς παραβάλλων, τοῖς μεθύουσι, τοῖς παραπαίουσι. Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα. Ὁ μαινόμενος ἔχει πολλὴν συγγνώμην παρὰ τῶν ὁρώντων· οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Εἰπέ μοι, πόθεν ἡ κακία τῶν νοσημάτων, πόθεν φρενῖτις; πόθεν ὕπνος βαρύς; οὐχὶ ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, τὰ προαιρετικὰ πολλῷ μᾶλλον. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ τῶν