1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

2

πάλιν ἑτέρᾳ παραβαλλομένην εἰκόνι καὶ καταφρόνει καὶ ταύτης. Τὰς γὰρ λοιδορίας καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη καὶ τὰ σκώμματα τὰ παρὰ τῶν ἐχθρῶν καὶ τὰς ἐπιβουλὰς ἱματίῳ παλαιωθέντι καὶ ἐρίῳ διαβρωθέντι παρεικάζων ἔλεγεν· ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡς ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται. Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων. Ἀλλ' ἀφεὶς τὸν δεῖνα καὶ τὸν δεῖνα παρακαλεῖν καὶ τὰς σκιὰς περιτρέχειν- τοῦτο γὰρ ἡ ἀνθρωπίνη συμμαχία-τὸν Θεόν, ᾧ λατρεύεις, ἐνδελεχῶς παρακάλει· νεύσει μόνον καὶ πάντα ἐν μιᾷ καιροῦ λύεται ῥοπῇ. Εἰ δὲ παρεκάλεσας καὶ οὐκ ἐλύθη, τοιοῦτον τῷ Θεῷ ἔθος μὴ ἐκ προοιμίων-τὸν γὰρ ἔμπροσθεν ἀναλήψομαι λόγον-καταλύειν τὰ δεινά. Ἀλλ', ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν. Οὐ γὰρ τοσαῦτα δύναται μόνον ποιῆσαι χρηστά, ὅσα προσδοκῶμεν καὶ ἐλπίζομεν, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ ἀπείρως μείζονα.

∆ιὸ καὶ Παῦλος ἔλεγε· τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ, ὧν αἰτούμεθα ἢ νοοῦμεν. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκ προοιμίων κωλῦσαι τοὺς παῖδας τοὺς τρεῖς εἰς τὸν πειρασμὸν ἐκεῖνον μὴ ἐμπεσεῖν; Ἀλλ' οὐκ ἠβουλήθη πολλὴν αὐτοῖς συνάγων τὴν ἐμπορίαν. ∆ιὰ τοῦτο ἀφῆκε καὶ χερσὶν αὐτοὺς βαρβαρικαῖς παραδοθῆναι καὶ τὴν κάμινον ἀνα φθῆναι πρὸς ὕψος ἄφατον καὶ τὴν βασιλικὴν ὀργὴν τῆς καμίνου χαλεπώτερον ἐκκαῆναι καὶ χεῖρας δεθῆναι καὶ πόδας μετὰ πολλῆς τῆς σφοδρότητος καὶ εἰς τὸ πῦρ ἐμβληθῆναι. Καί, ὅτε πάντες οἱ θεωροῦντες αὐτοὺς ἀπέγνωσαν αὐτῶν τὴν σωτηρίαν, τότε ἀθρόον καὶ παρ' ἐλπίδα ἅπασα ἀνεφαίνετο ἡ θαυματοποιία τοῦ ἀριστοτέχνου Θεοῦ καὶ μετὰ πολλῆς ἐξέλαμπε τῆς ὑπερβολῆς. Τὸ μὲν γὰρ πῦρ ἐδεσμεῖτο, οἱ δὲ δεσμῶται ἐλύοντο καὶ ναὸς εὐκτήριος ἡ κάμινος ἐγίνετο καὶ πηγὴ καὶ δρόσος καὶ αὐλῶν βασιλικῶν σεμνοτέρα. Καὶ τὴν παμφάγον οὐσίαν ἐκείνην καὶ σιδήρου καὶ λίθου περιγινομένην καὶ πάσης κρατοῦσαν ὕλης τριχῶν ἐνίκα φύσις. Καὶ χορὸς ἵστατο παναρμόνιος αὐτόθι τῶν ἁγίων ἐκείνων ἑκατέραν τὴν κτίσιν εἰς τὴν θαυμασίαν ταύτην καλούντων μελῳδίαν, ᾄδοντες, εὐχαριστηρίους ἀναπέμποντες αἴνους, ὑπὲρ ὧν ἐδέθησαν, τό γε τῶν ἐχθρῶν μέρος, ὑπὲρ ὧν πατρίδος ἐξέπεσον, ὑπὲρ ὧν αἰχμάλωτοι γεγόνασιν, ὑπὲρ ὧν τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὑπὲρ ὧν ἀπόλιδες, ἄοικοι καὶ μετανάσται ἐγένοντο, ὑπὲρ ὧν ἐν ἀλλοτρίᾳ καὶ βαρβάρων διέτριβον γῇ· τοῦτο γὰρ ψυχῆς εὐγνώμονος. Καί, ἐπειδὴ καὶ τὰ τῆς κακίας τῶν πολεμούντων ἀπήρτιστο-τί γὰρ μετὰ θάνατον λοιπὸν ἐπιχειρῆσαι ἠδύναντο; -καὶ τὰ τῶν ἀθλητῶν πεπλήρωτο καὶ ὁ στέφανος ἐπλάκη καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη καὶ οὐδὲν λοιπὸν ἔλιπεν εἰς εὐδοκίμησιν, τότε δὴ τὰ δεινὰ λύεται καὶ ὁ τὴν κάμινον ἅψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ οὗτος θαυμαστὸς ἐπαινέτης τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται καὶ κήρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιίας. Καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει γράμματα πολλῆς γέμοντα εὐφημίας διηγούμενος τὰ γεγενημένα καὶ ἀξιόπιστος γινόμενος κήρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων. Ἐπειδὴ γὰρ ἐχθρὸς ἦν καὶ πολέμιος, ἀνύποπτα λοιπὸν καὶ παρὰ τοῖς ἐχθροῖς τὰ γραφόμενα ἦν. Εἶδες τὸ εὐμήχανον τοῦ Θεοῦ; Εἶδες τὸ σοφόν; Εἶδες τὸ παράδοξον; Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικόν; Μὴ τοίνυν θορυβοῦ μηδὲ ταράττου, ἀλλὰ μένε διηνεκῶς ὑπὲρ πάντων τῷ Θεῷ εὐχαριστῶν, δοξολογῶν, παρακαλῶν, δεόμενος, ἱκετεύων, κἂν μυρίοι θόρυβοι, κἂν μυρίαι ταραχαὶ ἐπίωσι, κἂν καταιγίδες, κἂν πάντα ἐπ' ὄψιν κέηται, μηδέν σε τούτων ταραττέτω. Οὐ γὰρ προλαμβάνεται ἡμῶν ὁ δεσπότης ὑπὸ τῆς τῶν πραγμάτων δυσκολίας, κἂν εἰς ἔσχατον