1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

6

τὴν ἀμηχανίαν τοῦ χειμῶνος ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηράν, ἀλλ' ἐπὶ τῶν στρωμάτων κειμένους καὶ ὀλοφυρομένους καὶ κλαίοντας. Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει. Νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος καὶ πλείονα τὰ κύματα. Ἀλλὰ παρακάλει τὸν δεσπότην ἡμῶν Χριστόν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Ἀλλ', εἰ καὶ πολλάκις παρεκάλεσας καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος Θεός. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς τρεῖς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν; Ἀλλ', ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βαρβάρων χώραν ἀπερρίφησαν καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον καὶ παρὰ πάντων ἀπεγνώσθησαν καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελείπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἄφνω τὴν θαυματοποιίαν εἰργάσατο καὶ διεσκόρπισε τὸ πῦρ. Μὴ γὰρ φέρον τὴν ἀρετὴν τῶν δικαίων τὸ πῦρ ἐξεπήδησεν ἔξω καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. Καὶ λοιπὸν Ἐκκλησία ἦν αὐτοῖς ἡ κάμινος καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁρᾷς πῶς ἡ ὑπομονὴ τῶν ἁγίων καὶ τὸ πῦρ εἰς δρόσον μετέβαλε καὶ τὸν τύραννον ἐδυσώπησε; Καὶ κατὰ πάσης τῆς οἰκουμένης ἐκπέμπει γράμματα. Μέγας ὁ Θεός, φησί, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ. Καὶ ἴδε πόσην ἀποτομίαν ἔθηκεν· εἴ τις λόγον εἴποι κατ' αὐτῶν, τὸν οἶκον αὐτοῦ ταμιεύεσθαι καὶ τὰ ὑπάρχοντα αὐτοῦ διαρπάζεσθαι. Μὴ οὖν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς. Καὶ γὰρ ἐγώ, ὅτε ἐξελαυνόμην ἀπὸ τῆς πόλεως, οὐδὲν τούτων ἐφρόντιζον, ἀλλ' ἔλεγον πρὸς ἐμαυτόν· εἴ με βούλεται ἡ βασίλισσα ἐξορίσαι, ἐξορίσει με· τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἴ με βούλεται πρίσαι, πρίσει με· τὸν Ἠσαΐαν ἔχω ὑπογραμμόν. Εἴ με θέλει εἰς τὸ πέλαγος ἀκοντίσαι, τὸν Ἰωνᾶν ὑπομιμνῄσκομαι. Εἴ με θέλει εἰς κάμινον ἐμβαλεῖν, τοὺς τρεῖς παῖδας ἔχω τοῦτο πεπονθότας. Εἴ με θέλει τοῖς θηρίοις βαλεῖν, ἔχω τὸν ∆ανιὴλ ἐν τοῖς λέουσι βεβλημένον. Εἰ θέλει με λιθάσαι, λιθάσῃ με· Στέφανον ἔχω τὸν πρωτομάρτυρα. Εἰ θέλει τὴν κεφαλήν μου λαβεῖν, λάβῃ· ἔχω τὸν Ἰωάννην. Εἰ θέλει τὰ ὑπάρχοντά μου λαβεῖν, λάβῃ αὐτά· γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἐμοὶ παραινεῖ ὁ Ἀπόστολος· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει καί, εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ ὁ ∆αβὶδ καθοπλίζει με· ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο καὶ λέγουσιν ὅτι τινὰς ἐκοι νώνησα μετὰ τὸ φαγεῖν αὐτούς. Εἰ μὲν τοῦτο ἐποίησα, ἐξαλειφθείη τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν ἐπισκόπων καὶ μὴ ἐγγραφείη ἐν τῇ βίβλῳ τῆς ὀρθοδόξου πίστεως, ὅτι οὐδὲν τοιοῦτον ἐγὼ ἔπραξα, καὶ ἀποβάλοι με Χριστὸς ἐκ τῆς βασιλείας αὑτοῦ. Εἰ δὲ ἅπαξ τοῦτό μοι λέγουσι καὶ φιλονεικοῦσι, καθελέτωσαν τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον ἐβάπτισε.

Καθελέτωσαν καὶ αὐτὸν τὸν Κύριον, ὃς μετὰ τὸ δειπνῆσαι τοῖς ἀποστόλοις τὴν κοινωνίαν ἔδωκε. Λέγουσιν ὅτι μετὰ γυναικὸς ἐκοιμήθην· ἀποδύσατέ μου τὸ σῶμα καὶ εὑρήσετε τὴν νέκρωσιν τῶν μελῶν μου. Ἀλλὰ ταῦτα πάντα διὰ φθόνον ἐποίησαν. Ἀλλὰ πάντως λυπεῖ, ἀδελφὲ Κυριακέ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παρρησιάζονται καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων. Ἀλλὰ πάλιν ὑπομνήσθητι τὸν πλούσιον καὶ τὸν Λά ζαρον. Ποῖος μὲν ἐν τῷ νῦν αἰῶνι ἐθλίβη; Ποῖος δὲ ἀπήλαυσε; Τί ἔβλαψεν ἐκεῖνον ἡ πενία; Οὐχὶ ὡς ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη; Τί δὲ ὠφέλησεν ἐκεῖνον ὁ πλοῦτος τὸν ἐν πορφύρᾳ καὶ βύσσῳ ἀναπαυόμενον; Ποῦ οἱ ῥαβδοῦχοι; Ποῦ οἱ δορυφόροι; Ποῦ οἱ χρυσοχάλινοι ἵπποι; Ποῦ οἱ