1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

17

τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν; Πότε μᾶλλον ἐξέλαμψεν, ὅτε ἀπὸ κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι ἢ ὅτε ἀκούσας πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων οὐ διεταράχθη, οὐδὲ ἐθορυβήθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν; Πότε μείζων ἦν, ὅτε τὴν ὑγίειαν τοῦ σώματος ἐκέκτητο ἢ εἰς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν συντρίβων μύλας ἀδίκων καὶ ἐκ μέσου τῶν ὀδόντων ἐξαρπάζων ἁρπάγματα καὶ λιμὴν αὐτοῖς γινόμενος ἢ ὅτε τὸ σῶμα αὑτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων καὶ καθήμενος ἐπὶ τῆς κοπρίας καὶ αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον· τήκω γὰρ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων, φησί. Καίτοι ἐκεῖνα μὲν κατορθώματα, ταῦτα δὲ παθήματα ἦν, ἀλλ' ὅμως ταῦτα αὐτὸν ἐκείνων λαμπρότερον ἀπέφηνε· τοῦτο γὰρ μάλιστα τὸ πικρότατον τῆς παρατάξεως μέρος καὶ μείζονος δεόμενον τῆς ἀνδρείας καὶ εὐτονωτέρας ψυχῆς καὶ ὑψηλοτέρας διανοίας καὶ πλείονα περὶ τὸν Θεὸν ἐχούσης ἀγάπην. ∆ιά τοι τοῦτο ἐκείνων μὲν γινομένων, εἰ καὶ ἀναισχύντως καὶ σφόδρα λῃστρικῶς, ἀλλ' ὅμως ἀντεῖπεν ὁ διάβολος λέγων· μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Τούτων δὲ συμβάντων ἐγκαλυψάμενος ἀνεχώρησε νῶτα δοὺς καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκιὰν γοῦν ἔχων προβαλέσθαι. Τοῦτο γὰρ ὁ κολοφὼν τοῦ στεφάνου, τοῦτο ἡ κορωνὶς τῆς ἀρετῆς, τοῦτο ἡ σαφὴς τῆς ἀνδρείας ἀπόδειξις, τοῦτο ἡ ἀκριβεστάτη τῆς φιλοσοφίας ἐπίτασις. ∆ηλῶν δὲ καὶ αὐτὸς οὗτος ὁ μακάριος Ἰὼβ ὅσον χαλεπώτερον τυραννὶς ἀθυμίας θανάτου, ἀνάπαυσιν αὐτὸν καλεῖ· θάνατος, φησίν, ἀνδρὶ ἀνάπαυσις. Καὶ ἐν χάριτος αὐτὸν αἰτεῖται μέρει, ὥστε ἐκείνης ἀπαλλαγῆναι λέγων· εἰ γὰρ δῴη καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη Κύριος. Ἀρξάμενος ὁ Κύριος τρωσάτω με καὶ εἰς τέλος με ἀνελέτω. Εἴη δέ μου ἡ πόλις τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. Οὕτω πάντων βαρύτερον ἀθυμία. Ὅσῳ δὲ βαρύτερον τοσούτῳ καὶ μείζους ἔχει τὰς ἀντιδόσεις. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς ὅσον τῶν παθημάτων τὸ κέρδος, κἂν μὴ διὰ Θεόν τις πάθῃ-καὶ μηδεὶς ὑπερβολὴν τοῦτο νομιζέτω-πάθῃ δὲ ὅμως καὶ γενναίως ἐνέγκῃ καὶ πράως τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζων. Καὶ γὰρ αὐτὸς οὗτος οὐκ ᾔδει, ὅτι διὰ τὸν Θεὸν ταῦτα ἔπασχεν, ὅμως διὰ τοῦτο ἐστεφανοῦτο, ὅτι οὐδὲ τὴν αἰτίαν ἐπιστάμενος ἐκαρτέρει γενναίως. Καὶ ὁ Λάζαρος ἐκεῖνος ἀσθενείᾳ φύσεως περιπεσών-τοῦτο δὲ οὐκ ἦν δήπου διὰ τὸν Θεὸν παθεῖν- ἐπειδὴ ὅλως ἔπαθε καὶ ἐκαρτέρησε καὶ γενναίως ἤνεγκε τὴν ἐρημίαν τῶν θεραπευόντων, τὴν ἀπὸ τῶν ἑλκῶν ἀθυμίαν, τὴν ἀπὸ τοῦ λιμοῦ, τὴν ἀπὸ τῆς ὑπεροψίας τοῦ πλουσίου καὶ τῆς ὠμότητος, οἶσθα ἡλίκων ἀπέλαυσε στεφάνων-καί τοι γε αὐτοῦ κατόρθωμα οὐδὲν ἔχων εἰπεῖν-οὐχ ὅτι πένητας ἠλέησεν, οὐχ ὅτι ἀδικουμένοις παρέστη, οὐχ ὅτι ἀγαθόν τι εἰργάσατο, ἀλλὰ τὴν ἐν τῷ πυλῶνι τοῦ πλουσίου κατάκλισιν καὶ τὴν ἀρρωστίαν καὶ τῶν κυνῶν τὰς γλώττας καὶ τὴν τοῦ πλουσίου κατ' αὐτοῦ γενομένην ὑπεροψίαν. Ἀλλ' ὅμως μηδὲν γενναῖον ποιήσας, ἐπειδὴ μόνον τὴν ἐκ τούτου ἀθυμίαν ἤνεγκε γενναίως, τῷ τοσαῦτα κατωρθωκότι πατριάρχῃ τῆς αὐτῆς ἔτυχε λήξεως.

Εἴπω δὴ μετὰ τοῦτο καὶ ἕτερον, παράδοξον μὲν εἶναι δοκοῦν, ἀληθὲς δέ. Κἂν ἀγαθόν τις ἐργάσηται μέγα καὶ γενναῖον, μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, οὐ κατὰ τὸ μέγεθος τοῦ κατορθώματος, ἀλλὰ κατὰ τὸν ὄγκον τοῦ παθήματος. ∆ιά τοι τοῦτο καὶ Παῦλος καυχώμενος οὐκ ἐπὶ τὸ κατορθῶσαι μόνον καὶ γενναῖόν τι ποιῆσαι καυχᾶται, ἀλλ' ἐπὶ τὸ παθεῖν κακῶς. Εἰπὼν γάρ· διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ. Καὶ τὴν κατὰ σύγκρισιν ὑπερβολὴν ὑφαίνων φησίν· ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ