1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

20

ἀπολαύειν παρὰ τοῦ πατρὸς διαθέσεως, καίτοι γε τὸ φίλτρον ὁ νομοθέτης Μωϋσῆς οὐκ ἔφησεν ἐξ ἀρετῆς τοῦ παιδὸς ἔχειν τὴν ἀρχήν, ἀλλ' ἀπὸ τοῦ καιροῦ τῶν ὠδίνων· ἐπειδὴ γὰρ ὕστερον τῶν ἄλλων ἐτέχθη, φησί, καὶ ἐν ἐσχάτῳ γήρᾳ-ποθεινὰ δὲ τὰ τοιαῦτα παιδία, ἅτε παρ' ἐλπίδα γεννώμενα-διὰ τοῦτο ἐφιλεῖτο. Ἠγάπα γὰρ αὐτὸν ὁ πατήρ, φησίν, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ταῦτα δὲ ὁ νομοθέτης ἔγραψεν, ὡς ἔγωγε οἶμαι, οὐ τὸ ὂν διηγούμενος, ἀλλὰ τοῦ πατρὸς τὴν σκῆψιν καὶ τὴν πρόφασιν. Ἐπειδὴ γὰρ ἑώρα φθονονούμενον τὸ μειράκιον, παραμυθήσασθαι τὸ πάθος τῶν ἀδελφῶν βουλόμενος ἔπλασεν ἀγάπης αἰτίαν οὐ πολὺν τίκτουσαν αὐτῷ φθόνον. Ὅτι γὰρ οὐ τοῦτο αἴτιον ἦν τοῦ φίλτρου, ἀλλ' ἡ ἀκμάζουσα τῆς ψυχῆς ἀρετὴ καὶ τῆς ἡλικίας ἀκμαιοτέρα οὖσα δῆλον ἐκ τοῦ Βενιαμίν. Εἰ γὰρ διὰ τοῦτο ἐκεῖνος ἐφιλεῆτο, πολλῷ μᾶλλον τὸν νεώτερον αὐτοῦ φιληθῆναι ἐχρῆν· μετὰ γὰρ τὸν Ἰωσὴφ ἐκεῖνος ἐτέχθη καὶ οὗτος μᾶλλον υἱὸς γήρως ἦν αὐτῷ. Ἀλλ', ὅπερ ἔφην, τοῦ πατρὸς ἦν τὸ πλάσμα. Ἀλλ' ἐξεκαίετο σφοδρότερον ἡ φλὸξ καί, ἐπειδὴ οὐδὲν ἴσχυον ποιῆσαι τέως, κατήνεγκαν αὐτῷ ψόγον πονηρόν, αἰσχρᾷ περιέβαλον αἰτίᾳ, τὴν βάρβαρον γυναῖκα προφθάσαντες οἱ ἀδελφοὶ καὶ πολλῷ χείρους φανέντες αὐτῆς· ἡ μὲν γὰρ εἰς ἀλλότριον, οἱ δὲ εἰς ἀδελφὸν ἐγίνοντο πονηροί. Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν τῆς κακίας, ἀλλ' ἐπηγωνίζοντο τοῖς προτέροις ἀεί. Καὶ λαβόντες μόνον ἐν ἐρημίᾳ καὶ ἔσφαξαν καὶ ἀπέδοντο καὶ δοῦλον ἀντ' ἐλευθέρου ἐποίησαν καὶ δουλείαν τὴν ἐσχάτην· οὔτε γὰρ ὁμοφύλοις τισίν, ἀλλὰ βαρβάροις ἑτερογλώσσοις καὶ αὐτοῖς εἰς βάρβαρον ἀπιοῦσι χώραν ἐξέδωκαν τὸν ἀδελφόν. Ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν ἠνείχετο τῶν γινομένων καὶ ἐμακροθύμει κινδύνων κινδύνους διαδεχομένων· μετὰ γὰρ τὸν φθόνον καὶ τὴν αἰσχρὰν διαβολὴν σφαγῆναι παρέδωκαν καὶ δουλείᾳ σφαγῆς χαλεπωτέρᾳ. Μὴ γὰρ δὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενές, ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετ' ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι, οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου γενέσθαι καὶ τοσαύτης ἀπολαύοντα εὐημερίας πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν, δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης, πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον μετενεχθῆναι γῆν. Ἀλλ' οὐδὲ ἐνταῦθα ἵστατο τὰ δεινά, ἀλλ' ἐπιβουλαὶ πάλιν ἐπιβουλὰς διεδέχοντο μετὰ τὰ ὀνείρατα ἐκεῖνα τὰ θαυμαστὰ καὶ τὴν τῶν ἀδελφῶν αὐτοῦ προσκύνησιν προαναφωνοῦντα. Λαβόντες γὰρ αὐτὸν οὐ κατέσχον οὗτοι οἱ ἔμποροι, ἀλλ' ἑτέροις αὐτὸν πάλιν χείροσιν ἀπέδοντο βαρβάροις.

Οἶσθα δὲ ἡλίκον εἰς συμφορᾶς λόγον τὸ δεσπότας τοιούτους ἐκ τοιούτων ἀμείβειν· τοῦτο γὰρ δυσκολωτέραν ποιεῖ τὴν δουλείαν, ὅταν καὶ ξέονι πάλιν οἱ κτώμενοι καὶ τῶν προτέρων ὦσι χαλεπώτεροι. Καὶ γίνεται ἐν Αἰγύπτῳ, τῇ θεομάχῳ τότε ἐκείνῃ καὶ μαινομένῃ, ὅθεν τὰ ἀναίσχυντα στόματα, ὅθεν αἱ βλάσφημοι γλῶσσαι. Καὶ γίνεται παρ' Αἰγυπτίοις, ὧν καὶ εἷς ἤρκεσε μόνος τὸν μέγαν Μωϋσέα δραπέτην καὶ φυγάδα ποιῆσαι. Καὶ ἐπειδὴ μικρὸν ἀνέπνευσεν ἐκεῖ τοῦ φιλανθρώπου Θεοῦ τοῦ τὰ παράδοξα οἰκονομοῦντος τὸν ἄγριον θῆρα τὸν ὠνησάμενον αὐτὸν ποιήσαντος πρόβατον εὐθέως αὐτῷ σκάμματα παρασκευάζεται πάλιν καὶ στάδιον καὶ παλαίσματα καὶ ἀγῶνες καὶ ἱδρῶτες σφαδρότεροι τῶν προτέρων. Ἰδοῦσα γὰρ αὐτὸν ἀδίκοις ὀφθαλμοῖς ἡ κεκτημένη καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοῦ χειρωθεῖσα καὶ κατὰ κράτος ἁλοῦσα τῷ πάθει λέαινα ἀντὶ γυναικὸς ὑπὸ τῆς ἀκολάστου ταύτης ἐπιθυμίας ἐγένετο. Καὶ πάλιν σύνοικος ὁ πόλεμος ἦν ἐναντίαν τοῖς προτέροις τὴν ὑπόθεσιν ἔχων. Ἐκεῖνοι