1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

21

μὲν γὰρ μισοῦντες αὐτὸν ἐξέβαλον, αὕτη δὲ ἐρῶσα καὶ περικαιομένη τοῦ νεανίσκου. Καὶ ἦν διπλοῦς, μᾶλλον δὲ τριπλοῦς καὶ πολλαπλοῦς ὁ πόλεμος οὗτος. Μὴ γάρ, ἐπειδὴ τὰ δίκτυα ὑπερήλατο καὶ τὸν βρόχον διέτεμεν ἐν βραχείᾳ καιροῦ ῥοπῇ, νομίσῃς ἀπραγμόνως αὐτὸν ἠνυκέναι τὸν ἆθλον τοῦτον· καὶ γὰρ πολὺν τὸν ἱδρῶτα ὑπέμεινε.

Καί, εἰ βούλει τοῦτο σαφῶς μαθεῖν, ἐννόησον οἷόν ἐστι νεότης καὶ νεότητος ἀκμή· ἐν γὰρ αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τότε ἐτύγχανεν, ὅτε σφοδροτέρα τῆς φύσεως ἡ φλὸξ ἐγείρεται, ὅτε πολλὴ τῆς ἐπιθυμίας ἡ ζάλη, ὅτε ἀσθενέστερος μὲν ὁ λογισμὸς τῶν νεωτέρων, αἱ δὲ ψυχαὶ οὐ σφόδρα φράττονται τῇ συνέσει, οὐδὲ πολλὴν τῆς ἀρετῆς ποιοῦνται σπουδήν, ἀλλ' ὁ μὲν χειμὼν τῶν παθῶν χαλεπώτερος, ὁ δὲ τὰ πάθη κυβερνῶν λογισμὸς ἀσθενέστερος. Μετὰ δὲ τῆς φύσεως καὶ τῆς ἡλικίας πολλὴ καὶ τῆς γυναικὸς ἡ ἀκολασία. Καὶ καθάπερ τὴν βαβυλωνίαν κάμινον αἱ περσικαὶ χεῖρες ἐκεῖναι μετὰ πολλῆς ἀνῆπτον τῆς σπουδῆς δαψιλῆ τῷ πυρὶ παρέχουσαι τὴν τροφὴν καὶ ποικίλα ὑπεκκαύματα ἐμβάλλουσαι τῇ φλογί, οὕτω δὴ καὶ τότε ἡ ἀθλία καὶ ταλαίπωρος ἐκείνη γυνὴ τῆς καμίνου ταύτης χαλεπωτέραν ἀνῆπτε τὴν φλόγα μύρων ὄζουσα, ἐπιτρίμμασι παρειῶν, ὑπογραφαῖς ὀφθαλμῶν, κατακεκλασμένῃ φωνῇ, κινήμασι, βαδίσμασι διαθρυπτομένη, ἱματίοις μαλακοῖς, περιβολῇ χρυσίων, ἑτέραις τοιαύταις μυρίαις μαγγανείαις καταγοητεύουσα τὸ μειράκιον. Καὶ καθάπερ τις θηρευτὴς δεινός, δυσάλωτον μέλλων χειροῦσθαι ζῷον, ἅπαντα κινεῖ τῆς τέχνης τὰ ὄργανα, οὕτω δὴ καὶ αὕτη τὴν σωφροσύνην εἰδυῖα τοῦ νεανίσκου- οὐδὲ γὰρ ἔμελλεν ἐν τοσούτῳ χρόνῳ λανθάνειν-πολλῆς ἐνόμισεν αὐτῇ δεῖν παρασκευῆς ἐπὶ τὴν αἰχμαλωσίαν τοῦ νεανίσκου καὶ διὰ τοῦτο πάντα ἐκίνει τῆς ἀκολασίας τὰ μηχανήματα καὶ οὐδὲ τούτοις ἠρκεῖτο μόνοις, ἀλλὰ καὶ καιρὸν καὶ τόπον ἐπετήρει πρὸς τὴν θήραν ἐπιτήδειον. ∆ιὰ τοῦτο οὐδὲ εὐθέως ἁλοῦσα προσέβαλεν, ἀλλὰ πολὺν ἀνέμεινε χρόνον τὴν πονηρὰν ταύτην ἐπιθυμίαν ὠδίνουσα καὶ παρασκευαζομένη δεδοικυῖα μὴ τῷ τάχει καὶ ταῖς ἐσχεδιασμέναις αὐτῆς ἐπιβουλαῖς διαφύγῃ τὸ θήραμα. Καὶ τότε εὑροῦσα μόνον ἐν τῷ οἴκῳ τὰ συνήθη ποιοῦντα ἀνασκάπτει βαθύτερον λοιπὸν τὸ βάραθρον καὶ τὰ πτερὰ τῆς ἡδονῆς πάντοθεν ἀναπετάσασα, ὥσπερ ἐν μέσοις δικτύοις λοιπὸν ἔχουσα τὸν νέον, ἐπεισέρχεται καὶ μόνη μόνον ἀπολαβοῦσα. Μᾶλλον δὲ οὐ μόνη· καὶ γὰρ τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὰ αὐτῆς μηχανήματα συμπαρόντα εἶχεν αὑτῇ· ἕλκει λοιπὸν ἐπὶ τὴν ἄδικον πρᾶξιν πρὸς βίαν τὸν γενναῖον ἐκεῖνον. Τί τοῦ πειρασμοῦ τούτου χαλεπώτερον; Ποίας τοῦτο καμίνου καὶ φλογὸς οὐ σφοδρότερον; Νέον, σφριγῶντα, δοῦλον, ἔρημον, ἄπολιν, ξένον, μετανάστην, ὑπὸ δεσποίνης οὕτως ἀκολάστου, καιομένης, οὕτω πλουτούσης καὶ τοσαύτην δυναστείαν περιβεβλημένης, ἐν ἐρημίᾳ τοσαύτῃ-συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὴν τοιαύτην ἅλωσιν- συνειλημμένον κατέχεσθαί τε καὶ κολακεύεσθαι καὶ πρὸς εὐνὴν ἄγεσθαι δεσποτικὴν καὶ ταῦτα μετὰ τοσούτους κινδύνους καὶ ἐπιβουλάς. Οἶσθα γὰρ ὡς οἱ πολλοί, ὅταν τεταριχευμένοι τυγχάνωσι καὶ ἐν τοῖς δεινοῖς ὦσιν, εἶτα εἰς τρυφὴν καλούμενοι καὶ ἄνεσιν καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον βίον προθυμότερον ἐπιτρέχουσιν. Ἀλλ' οὐκ ἐκεῖνος. Ἀλλ' ἔμενε διὰ πάντων τὴν οἰκείαν καρτερίαν ἐπιδεικνύμενος. Ἐγὼ τὸν θάλαμον ἐκεῖνον καὶ τὴν βαβυλωνίαν κάμινον καὶ τὸν τοῦ ∆ανιὴλ λάκκον τῶν λεόντων καὶ τὴν γαστέρα τοῦ θαλαττίου θηρίου, εἰς ἣν ὁ προφήτης ἐνέπεσε, θαρρῶν ἴσην ἂν προσείποιμι. Ἐκεῖ μὲν γὰρ τῆς ἐπιβουλῆς ἡ νίκη σώματος ἦν ἀπώλεια, ἐνταῦθα δὲ ψυχῆς πανωλεθρία καὶ θάνατος ἀθάνατος καὶ συμφορὰ παραμυθίαν οὐκ ἔχουσα.

Οὐ ταύτῃ δὲ μόνον χαλεπὸς ὁ λάκκος οὗτος ἦν, ἀλλ' ὅτι μετὰ τῆς βίας καὶ τοῦ δόλου καὶ πολλῆς ἔγεμε τῆς κολακείας, πολλοῦ τοῦ ποικίλου καὶ παντοδαποῦ πυρός, οὐ