1

 2

 3

 4

 5

 6

4

δὲ ἐγράφη εἰς νουθεσίαν ἡμετέραν, ὁ δὲ βουλόμενος τῷ Θεῷ εὐαρεστῆσαι καὶ τὸ θέλημα τοῦ Κυρίου ποιῆσαι δυσὶ κυρίοις οὐ δουλεύει οὐδὲ ἀγαπᾷ ἄλλον τινὰ ὑπὲρ τὸν Κύριον. Παρακαλῶ οὖν ὑμᾶς, μηδὲν προτιμήσητε τοῦ Κυρίου μηδὲ τῆς ψυχῆς ὑμῶν. Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, λέγει Κύριος, ἢ τί δώσει ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐτοῦ; Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα, ἀλλὰ γυμνοὶ ἔχομεν ἀναστῆναι μόνας τὰς πράξεις καὶ τὰ ἔργα ἐνδεδυμένοι, εἴτε καλὰ εἴτε φαῦλα, ὥσπερ ἱμάτιον. Καὶ οὐ μόνον ἔργων, ἀλλὰ καὶ ῥημάτων καὶ ἐνθυμημάτων καὶ οὕτως ἐπὶ τῷ φοβερῷ ἐκείνῳ παραστησόμεθα βήματι. Καὶ ἕκαστος λοιπὸν τῶν ἰδίων κόπων ἔχει ἀπολαῦσαι κατὰ τὴν τοῦ Κυρίου δικαίαν ἀπόφασιν εἴτε εἰς ἀνάπαυσιν εἴτε εἰς κόλασιν εἰς αἰῶνα αἰῶνος καὶ μακάριοι οἱ κλαίοντες ἐν δάκρυσιν ὀδυνηροῖς ἀπὸ καρδίας ὅτι χαρήσονται τότε, μακάριοι οἱ ἀγαπῶντες τὸν Κύριον καὶ τὸν πλησίον ὅτι αὐτοὶ ἐλεηθήσονται· ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν ἑαυτὸν ἀγαπᾷ καὶ ὁ μισῶν τὸν ἀδελφὸν ἑαυτὸν μισεῖ· ἐν τῷ ἀδελφῷ γὰρ κεῖται τὰ αἰώνια ἀγαθὰ κληρονομῆσαι. Μιμηταὶ οὖν γενώμεθα τῶν ἁγίων. Καθὼς αὐτοὶ παρῆλθον ἐν πείνῃ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι καὶ διὰ πυρὸς καὶ ξίφους, οἳ καὶ διὰ πάσης θλίψεως προθύμως παρῆλθον καὶ ἡμεῖς οὖν ἕως θανάτου μιμησώμεθα. Ἐὰν δὲ θελήσητε ἀναιδῶς ζῆσαι, τοῦτο θέλημα τοῦ Θεοῦ οὐκ ἔστιν. Ἀδιαλείπτως προσεύχεσθε χωρὶς ὀργῆς καὶ διαλογισμῶν· πᾶς γὰρ λογισμὸς χωρίζων τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ, εἰ καὶ δοκεῖ ἀγαθὸς εἶναι, ὅλως διάβολός ἐστιν, ἵνα μὴ εἴπω τοῦ διαβόλου ἐστίν. Ἵνα μόνον ἀποπλανήσῃ τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καί φησι καὶ ἐντολὰς καὶ εὐποιίας ὑπαγορεύει ἔσωθεν ἐν τῇ καρδίᾳ καὶ ἄλλας τινὰς εὐ λόγους καὶ ἀλόγους φαντασίας, αἷς οὐδὲ προσέχειν ὅλως προσήκει. Ὅλος γὰρ ὁ ἀγὼν τοῦ διαβόλου ἐστὶν ἀποχωρίσαι καὶ ἀποβουκολῆσαι τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καὶ εἰς τὰς κοσμικὰς περισύρειν ἡδονάς. Καὶ ὅλος ὁ ἀγών ἐστι τῆς ψυχῆς τοῦ μὴ χωρίζειν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ μηδὲ συνδυάζειν καὶ συμφωνεῖν τοῖς ἀκαθάρτοις λογισμοῖς μηδὲ προσέχειν οἷς εἰκονογραφεῖ ἐν τῇ καρδίᾳ ὁ πανταμίμητος καὶ παλαιὸς ζωγράφος διάβολος, ποτὲ μὲν τύπους, ποτὲ δὲ τρόπους, ποτὲ δὲ πρόσωπα καὶ σχήματα. Μετὰ δὲ ταῦτα πάντα ὁ διάβολος ἀπομορφοῦται καὶ ὁ ἄθλιος ἄνθρωπος ἑνὶ τόπῳ ἑστὼς νομίζει ἀλλαχοῦ ποῦ ποτε εἶναι ἀπατώμενος καὶ δοκεῖ βλέπειν τινὰς καὶ προσώποις λαλεῖν καὶ διατάσσεσθαι πράγματα ἅπερ πάντα πλάνης ἐστὶ διαβολικῆς. Χρὴ οὖν ἀσφαλίζεσθαι καὶ ἡνιοχεῖν τὸν νοῦν καὶ χαλιναγωγεῖν αὐτὸν καὶ πάντα λογισμὸν καὶ πᾶσαν ἐνέργειαν κολάζειν διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὅπου τὸ σῶμα ἵσταται ἐκεῖ καὶ ὁ νοῦς ἔστω, ἵνα μέσον τοῦ Θεοῦ καὶ ἀναμέσον τῆς καρδίας μηδὲν ἕτερον εὑρίσκηται ἢ ὥσπερ μεσότοιχον ἢ ὡς φραγμὸς ἐπισκοτῶν τὴν καρδίαν, εἰ μὴ μόνον λάλει τῷ Κυρίῳ. Ἐὰν δὲ καί ποτε συναρπάσῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐνώπιον Κυρίου ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων καὶ ὅτε ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Ἀδύνατον γὰρ ἐπιτυχεῖν τῆς βασιλείας, ἐὰν μὴ πρῶτον ἀρνήσηται τὸ ἑαυτοῦ θέλημα καὶ τὰ ἐπιτασσόμενα αὐτῷ ὑπὸ τοῦ ἡγουμένου ἀγογγύστως ποιῇ μετὰ φόβου Θεοῦ, καθὼς ὁ Κύριος λέγει· οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός· ὃ οὖν οὐ θέλει τις, ἐὰν πάσχῃ καὶ ὑπομένῃ, σταύρωσις αὐτῷ λογίζεται καὶ γίνεται τέκνον τῆς ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς. Μακάριος ἄνθρωπος, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν ἀμαράντινον στέφανον καὶ γενήσεται ναὸς τοῦ μεγάλου βασιλέως Χριστοῦ· καὶ ἐνοικήσω καὶ ἐμπεριπατήσω, λέγει Κύριος, καὶ μονὴν παρ' αὐτῷ