1

 2

 3

 4

 5

4

ψυχὴν ἀθέατον εἶναι Θεῷ καὶ πρὸς ἐπιθυμίαν τῶν ἐπουρανίων καλῶν καὶ τῶν ἀποκειμένων ἡμῖν ἀγαθῶν ἐν ἐπαγγελίαις ἀκίνητον.

Ὅλως δὲ μηδὲ περὶ τῶν ἀναγκαίων αὐτῶν μεριμνᾶν συγκεχώρηται οἷον τροφῆς καὶ ἐνδύματος. Τούτοις ἐπιτρέπει λόγος, οἷον ἀκάνθαις συνέχεσθαι πονηραῖς ταῖς ἐννοίαις τοῦ κόσμου τῆς παρὰ τοῦ γεωργοῦ τῶν ψυχῶν ἡμῶν ἐγκαταβαλλομένης σπορᾶς τὴν καρποφορίαν ἐμποδιζούσαις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· οὗτοι δέ εἰσιν οἱ εἰς τὰς ἀκάνθας πεσόντες, οἳ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. Τοῦ αὐτοῦ Οὔτε γὰρ ἁμαρτίαις καιρόν τινα δώσομεν οὔτε τῷ ἐχθρῷ τόπον ἐν ταῖς καρδίαις ἡμῶν καταλείψομεν διὰ τῆς συνεχοῦς μνήμης ἔνοικον ἔχοντες τὸν Θεόν.

Τοῦ αὐτοῦ Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας καὶ ὁ τοῦ μετεωρίζεσθαι ἐθισμὸς εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις παιδίοις ἐγγίγνοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιτο, ποῦ ἔχουσι τὴν ἔννοιαν καὶ τί στρέφουσιν ἐν τοῖς λογισμοῖς. Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόρρητα τῆς ψυχῆς, ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος. Τοῦ αὐτοῦ Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, τὸν ἔσω ἄνθρωπον λέγει. Ἀλλ' ἐρεῖς σύ· οὐ λέγει ἡμῖν περὶ λογισμῶν, τὸν ἄνθρωπον εἶπε κατ' εἰκόνα Θεοῦ, ὁ δὲ λογισμὸς πῶς ἄνθρωπος; Ἄκουε τοῦ ἀποστόλου λέγοντος· εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ τῇ ἡμέρᾳ. ∆ύο λοιπὸν γνωρίζω ἀνθρώπους, ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν ὑποκεκρυμμένον ἐν τῷ φαινομένῳ. Ἔσω τοίνυν ἔχομεν ἄνθρωπον καὶ διπλοῖ τινές ἐσμεν καὶ τότε ἀληθῶς λέγομεν ὅτι ἔνδον ἐσμὲν ἄνθρωποι, τὸ δὲ ἔξω οὔ. Ἀλλὰ τὸ τέλειον ἐν τῷ λογιστικῷ τῆς ψυχῆς ἔχοντες ὥστε τὸ μὲν σῶμα ὄργανόν ἐστι τῆς τοῦ ἀνθρώπου ψυχῆς, ἄνθρωπος δὲ κυρίως τὸ κατ' αὐτὴν τὴν ψυχήν. Καὶ τὸ ἀρχέτωσαν τοίνυν ἄρχει σώματι ἢ λογισμῷ; Ἐν ψυχῇ τὸ ἀρχικὸν ἢ ἐν σαρκί; Ἀλλ' ἐν τίνι τὸ ἀρχικὸν ἢ ἐν τῇ τοῦ λογισμοῦ περιουσίᾳ; Ὅσῳ γὰρ λείπεται τῇ δυνάμει τοῦ σώματος ὁ ἄνθρωπος, τοσούτῳ περίεστι τῇ τοῦ λογισμοῦ κατασκευῇ. Οὐχὶ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν εἶπε καὶ θυμούσθωσαν· οὐ γὰρ τὰ πάθη πρὸς τὴν τοῦ Θεοῦ εἰκόνα παρελήφθη, ἀλλ' ὁ λογισμὸς τῶν παθῶν δεσπότης ἐδόθη σοι ἄρχειν τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους κρατεῖν. Εἰ οὖν τῶν θηρίων ἄρχεις, διατί καὶ τῶν ἔνδον θηρίων οὐκ ἄρχεις; Εἰ τῶν ἔξω ἄρχεις, μὴ τὰ ἔνδον ἀβασίλευτα καταλείψῃς; Ἄρχων τοίνυν ἐκτίσθης, μὴ μέντοι λογισμοὺς ἔχε μετεώρους μηδὲ κοῦφος ἔσο καὶ ἄστατος τῇ διανοίᾳ. Ἄτοπον ἂν εἴη, τὰ μὲν πετόμενα ἔξω ἂν καταβάλλῃς, σεαυτὸν δὲ κούφως οὕτω καὶ μετεώρως ὑπεραιρόμενον καταβάλλεσθαι.

Μὴ οὖν τυφωθεὶς ὑπεραρθῇς ὑπὲρ ὃ εἶ καὶ μείζω φρονήσῃς τῆς φύσεως τῆς ἀνθρωπίνης μηδὲ ἐπαινούμενος φυσιωθῇς μηδὲ δόξαν ἐπιζήτει μηδὲ μέγα τι σεαυτὸν εἶναι νομίσῃς, ἐπεὶ ἔσει ὥσπερ πτηνὸν ἀστήρικτον, ὧδε κἀκεῖσε περιφερόμενον. Ἄρχε τῶν ἐν σοὶ λογισμῶν, ἵνα γένῃ πάντων κύριος· ἡ γὰρ δεδομένη ἡμῖν ἀρχὴ τῶν ζῴων ῥυθμίζειν ἡμᾶς ὀφείλει πρὸς τὸ ἑαυτῶν ἡμᾶς ἄρχειν. Ὥσπερ οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ θυρῶν, ἐὰν μὴ ὦσιν οἱ φυλάσσοντες καὶ εἰδότες πότε μὲν κλείειν, πότε δὲ ἀνοίγειν, οὕτως οὐδὲ μοναχῷ τῶν ἄλλων κατορθωμάτων ὄφελος, ἂν μὴ ὁ λογισμὸς ᾖ θυρωρὸς τῶν αὐτοῦ βουλευμάτων. Τὴν κλεῖσιν καὶ τὴν ἄνοιξιν τῆς καρδίας μετὰ ἀκριβείας καὶ πολλῆς ἐπιστήμης ἐπιτετραμμένος καὶ εἰδὼς τίνα μὲν ἐκφέρειν δεῖ, τίνα δὲ εἰσάγειν, κἄν τις λογισμὸς ἐκβιάσηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ καὶ μὴ ἐᾶν εἰς λόγους ἐκφέρεσθαι, ἀλλὰ ταύτην ἀναξηραίνειν τὴν ῥίζαν καὶ ἀσφαλῆ τὴν θύραν ἔχειν καὶ ἀκριβῆ τὴν φυλακήν. Καὶ τὰ πονηρὰ βουλεύματα μὴ ἐᾶν τίκτεσθαι καὶ τικτόμενα ἀποπνίγειν.