1

 2

 3

 4

 5

5

∆ιὸ καὶ ὁ Θεὸς ἔνδον αὐτοὺς τοὺς πονηροὺς λογισμοὺς ἀναιρεῖ λέγων· ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι καὶ τὰ ἑξῆς. Ὁρᾷς πῶς οὐκ ἀφίησιν αὐτοὺς βλαστῆσαι, οὐδὲ βαλεῖν ἀρχήν, οὐκ ἐπιθυμίαν, οὐκ ὀργήν; Λέγει γάρ· ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Ἔστωσαν αἱ θύραι κεκλεισμέναι, φησί, καὶ οἱ πονηροὶ λογισμοὶ ταχέως χειρωθήσονται. Ἐκ θυμοῦ γὰρ καὶ ἐπιθυμίας πᾶν ἁμάρτημα γίνεται τῇ ψυχῇ. ∆ιὰ τοῦτο καὶ ὁ ∆αβὶδ εὔχεται πρὸς τὸν Θεὸν λέγων· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου. Οὐχ ὅτι ὁ Θεὸς ἐκκλίνει αὐτήν-μὴ γένοιτο! -ἀλλ', ὃ λέγει, τοιοῦτόν ἐστι· μὴ ἀφῇς ἐκκλιθῆναι ἢ περιτραπῆναι εἰς πονηρὰς ἐννοίας· ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς κακίας καὶ τῆς πονηρίας.